Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

117. καρπαλίμως] ταχέως. γίνεται δὲ παρὰ τὸ τὸ κάρ ἤγουν τὴν κεφαλὴν πάλλεσθαι, διὰ τὸ ταχέως καὶ μετὰ δρόμου βαδίζειν. οἱ δὲ ἐκ τοῦ κραιπνῶς, κραίπνιμος, πλεονασμῷ τῆς αλ συλλαβῆς, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἐκβολῇ τοῦ ῑ, καὶ μετα- θέσει τοῦ ρ, καρπάλιμος, καρπαλίμων, καὶ καρπαλίμως.

119. ἄρνα· ἡ εὐθεῖα τῶν ἑνικῶν ῥήν, τὸ πρόβατον. γέγονε δὲ ἐκ τοῦ ἀρῶ τὸ εὔχομαι, τὸ ὑπὲρ εὐχῆς διδόμενον. οἱ γὰρ παλαιοὶ διʼ ἀρνῶν τὰς ἑαυτῶν θυσίας ἐποίουν. κλίνεται οὖν ῥανός, καὶ ἐν ὑπερ- βιβασμῷ ἀρνός, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται ἀρνός ἀρνοῦ ἀρνόν, καὶ κατὰ μεταπλασμὸν ἄρνα. γίνωσκε δὲ ὅτι ἀρνειός σημαίνει τὸν τέλειον, ἀρνός δὲ τὸν νεογνόν. οἱ δὲ λέγουσι γίνεσθαι τὸν ἄρνα ἐκ τοῦ ῥήν, καὶ μετὰ τοῦ ᾱ μορίου καὶ ἀναδόσει τοῦ τόνου, ἄρην, ἄρενος, ἄρενα, καὶ ἀποβολῇ τοῦ ε, ἄρνα.

121. λευκώλενος] παρὰ τὸ λευκός καὶ τὸ ὠλένη, ὃ σημαίνει τὸν βραχίονα· τοῦτο παρὰ τὸ διʼ αὐτοῦ ὁλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. ὠλέναι δὲ λέγονται τὰ ἄνω τῶν βραχιόνων. τὸ δὲ λευκός παρὰ τὸ λεύσσω τὸ βλέπω, ὡς ἐκ τοῦ ἐναντίου τὸ μέλαν τὸ μὴ βλεπόμενον, παρὰ τὸ λάω τὸ βλέπω.

122. γάλως ἡ εὐθεῖα, τῆς γάλω, καὶ πλεονασμῷ τοῦ ο καὶ ἀναδόσει τοῦ τόνου, γαλόῳ.

126. πάσσω τὸ ποικίλλω, ἐξ οὗ καὶ παστὸς ὁ γαμικὸς θάλαμος, παρὰ τὸ πάσσεσθαι ἤγουν ποικίλλεσθαι τοῖς ὑφάσμασι καὶ ἑτέροις εἴδεσιν.

139. ἵμερος· ἐκ τοῦ ἵημι τὸ προθυμοῦμαι, καὶ μετὰ τῆς ἐπί

379
προθέσεως, ἐφίημι, ἐφίεμαι· ἐκ τοῦ ἵημι οὖν ἵμερος καὶ ἱμείρω, πλεονασμῷ τοῦ ι.

141. ἀργεννῇσι] ἀπὸ τοῦ ἀργός ὁ λευκὸς ἀργεννὸς ἀργεννή· ἀργὸς δὲ ὁ λευκὸς γίνεται παρὰ τὸ ἀήρ ἀέρος ἀργός. διειδὴς γὰρ καὶ διαφανὴς ὁ ἀὴρ, ἅτε λεπτομερέστατος ὡν.

ὀθόνῃσιν] ὀθόνη ἐκ τοῦ ὄθω τὸ ἐπιστρέφομαι, οἱονεὶ τὸ μαλακὸν καὶ εὐένδυτον καὶ εὐεπίστροφον.

152. λειριόεσσαν] παρὰ τὸ λείριον τὸ ἄνθος, ὃ γίνεται ἐκ τοῦ λεῖον τὸ ὁμαλὸν λείϊον, καὶ πλεονασμῶ τοῦ ρ, λείριον, ὡς ἔγχοε, ἔνεϊ ἔγχει, ἐγχειίδιον, καὶ πλεονασμῷ τοῦ ρ, ἐγχειρίδιον.

165. πηός, ἢ ὅτι κατὰ διάλεκτον εὑρέθη παός, ἢ ἐκ τῆς παρα- γωγῆς αὐτοῦ. ἔστι γὰρ πῶ τὸ σημαῖνον τὸ κτῶμαι· ὁ μέλλων πάσω· ἐξ οὗ καὶ πάμμων καὶ πολυπάμων· “πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ” (Il. 4, 434). παὸς καὶ τροπῇ τοῦ α εἰς η, πηός.

167. ἠύς] σημαίνει δύο, τὸν γενναῖον καὶ ἰσχυρὸν, καὶ τὸν ἀγαθόν. καὶ ὁ μὲν ἰσχυρὸς παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐΰς καὶ ἡὐς· ὁ δὲ ἀγαθὸς ἐκ τοῦ ἡδύς, ἀποβολῇ τοῦ δ, ἡὐς. ἐξ οὗ καὶ τὸ θηλυκόν ἠεῖα, ὡς τὸ “νῦν τις ἐνηείης Πατρόκλοιο” (Il. 17, 676).

172. ἑκυρὸς ὁ πενθερὸς, παρὰ τὸ πρὸς ἑαυτὸν τὴν νύμφην ἄγειν. γίνεται δὲ ἐκ τοῦ δέχω δεχύω δεχυρός, ὡς ἴσχω ἰσχύω ἰσχυρός· ἀποβολῇ οὖν τοῦ δ καὶ τροπῇ τοῦ χ εἰς κ, ἑκυρός· ἢ παρὰ τὸ κύρω τὸ ἐπιτυγχάνω, κυρὸς καὶ ἑκυρός.

175. θάλαμος] εἰ μὲν σημαίνει τὸν νέον οἶκον, ἐν ὦ εἰσέρχονται ὅ τε νυμφίος καὶ ἡ νύμφη, γίνεται παρὰ τὸ θάλλω· δεῖ γὰρ ἐν αὐτῷ θάλλοντας εἰσιέναι τὰ σώματα, τουτέστιν ἀκμάζοντας· εἰ δὲ σημαίνει τὴν οἰκίαν, γίνεται παρὰ τὸ θάλπω, τὸ θερμαίνω.

182. ὄλβιος ἐκ τοῦ ὅλος καὶ τοῦ βίος, ὁλόβιος, ὁ πάνυ πλούσιος· ἢ παρὰ τὸ οὖλος, ὃ σημαίνει τὸν ὑγιῆ, οὐλόβιος· ἀποβολῇ τοῦ νῦ, καὶ συγκοπῇ τοῦ ο, ὄλβιος· φησὶ γὰρ, “οὖλέ τε καὶ μέγα χαῖρε,ʼ ἀντὶ τοῦ ὑγίαινε. ὄλβιος οὖν ὁ ἐν μηδενὶ ἐνδεής. ἔνιοι δὲ ἐκ τοῦ ὅλος, καὶ πλεονασμῷ τοῦ β, ὄλβος· ὅλος γὰρ ὁ ὁλόκληρος.

190. ἑλίκωπες] ἡ εὐθεῖα ἑλίκωψ. γίνεται οὖν ἐκ τοῦ ἑλίκη, ὃ σημαίνει τὴν μεγάλην ἄρκτον, ὡς καὶ Ἄρατὸς (37) “ἑλίκῃ γε μὲν ἄνδρες εἰν ἁλὶ τεκμαίροντες.” δύο οὖν εἰσὶν ἄρκτοι, αἱ ἡ μὲν μεγάλη [*](29. ∗ φησὶ] φασὶ)

380
καλεῖται ἑλίκη, πρὸς ῆν ἀποβλέποντες καὶ ἀπευθύνοντες τὴν πορείαν ἐποιοῦντο· ἐκ τούτου οὖν ἐκλήθησαν ἑλίκωπες· ἡ δὲ μικρὰ κυνό- βουρα.

201. κραναῆς] τραχείας. τοῦτο παρὰ τὸ κρανίον, ὅπερ ἐστὶ τραχὺ καὶ ὀστῶδες· τἐ, δʼ Ἰθάκῃ οὔτʼ ἄρ δρόμοι εὐρέες οὔτε τι λειμὼν αἰγίβοτος” (Od. 4, 605).

213. ἐπιτροχάδην] τὸ σύντομον καὶ ταχὺ, ἐκ τοῦ τρόχοςτροχάδην. τὰ γὰρ ἀπὸ ὀνομάτων εἰς ος γινόμεναι ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται, οἷον νόμος νομάδην, σπόρος σποράδην, τρόχος τροχάδην. τὸ δὲ παμπή- δην ἐκ τοῦ πάμπαν.

214. παῦρα] ἀπὸ τοῦ παῦρος. σημαίνει δὲ τὸ ὀλίγον. γίνεται οὖν παρὰ τὸ παύω, παύσω, παῦρος· ὁ μὴ μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων. ὡς τὸ “παῦρα δασάσκετο” (Il. 9, 333).

236. δοιώ] ἡ εὐθεῖα τῶν ἑνικῶν ὁ δοιός· οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς ῥήμασιν ἀναλογίαν φυλάττοντες καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τῷ ἱ. γίνεται δὲ ἐκ τοῦ δέω τὸ δεσμεύω θοός, καὶ πλεονασμῷ τοῦ ῑ δοιός, δοιοῦ, καὶ δοιώ δυῖκόν.

247. ἀσκός] παρὰ τὸ σχῶ τὸ κρατῶ καὶ κατέχω, καὶ τὸ α ἐπιτα- τικόν· οἱονεὶ ὁ ὑγιὴς καὶ κατέχων τὸν οἶνον.

260. ὀτραλέως] ἔστι ῥῆμα τρῶ, τὸ φοβοῦμαι. ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεύς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος· τροπῇ τοῦ α εἰς ο, ὀτρεύς· ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων, καὶ τὸ ἐπίρρημα ὀτρέως. καὶ ὥσπερ παρὰ τὸ κάρπνιμος πλεονασμῷ τῆς αλ. συλλαβῆς γίνεται καρπάλιμος, οὕτω καὶ ἀπὸ τοῦ ὀτρέως πλεονασμῷ τῆς αλ συλλαβῆς γίνεται ὀτραλέως.