Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. Πυγμαίοισι] ἐκ τοῦ πυγμή, ὅ ἐστιν εἶδος ἀγῶνος. τοῦτο παρὰ τὸ πτύσσω πτύξω, πτυγμή, καὶ ἀποβολῇ τοῦ τ πυγμή. σημαίνει δὲ ὅτι κλείοντες τοὺς δακτύλους πλήττομεν. σημαίνει καὶ τὸν γρόν- θον. ἐκ τοῦ πυγμή γοῦν πυγμαῖος.

7. ἠέριαι] ὀρθριναί, ἐκ τοῦ ἀήρ ἡ ἀορασία. ἀήρ ἀέρος ἠέρος, τροπῇ τοῦ ᾶ εἰς η· ἐξ αὐτοῦ ἠερία, αἱ ἠέριαι.

18. δοῦρε] ἐκ τοῦ δρὺς δρυός, καὶ ὑπερβιβασμῷ δουρός, ἐπὶ παντὸς λεγόμενον. ἢ παρὰ τὸ δέρω τὸ ἐκδέρω, ἤγουν τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα· ἢ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, θόρυ τὶ ἂν καὶ δόρυ τὸ ἐκ τῆς γῆς ἀνατρέχον. καὶ ὁ ποιητὴς, “ἐπεὶ οὕπω τοῖον ἀνήλυθεν ἐκ δόρυ αῖης” (Od. 6, 167).

26. αἰζηός· παρὰ τὸ αἰεὶ ζέειν καὶ ἀκμάζειν πρὸς τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός.

35. ἄψ τὸ ὀπίσω· γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, καὶ πλεονασμῷ τοῦ ψ, ἄψ τὸ ὁμοκέλευθον· ὡς τὸ ἐρύω, ἀερύω, καὶ πλεονασμῷ τοῦ ῦ, αὐερύω, τὸ εἰς τὸ ὀπίσω, ὡς τὸ αὐέρυσαν· ἢ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ ἔψ καὶ ἄψ.

38. αἰσχρός· ὡς παρὰ τὸ κῦδος κυδρός, οὕτω καὶ ἀπὸ τοῦ αἶ- σχος αἰσχρός· τὸ δὲ αἶσχος ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ ἴσχω· ἀΐσχω, αἶσχος· ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν.

39. ἠπεροπευτής· ἐκ τοῦ ἔπω τὸ λέγω ὀπεύς καὶ πλεονασμῷ τοῦ περ καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἠπεροπεύς, τροπῇ τοῦ α εἰς η, ὡς παρὰ τὸ ἔχω χεύς.

43. καγχαλόωσι] παρὰ τὸ χολόω, καὶ κατὰ ἀναδιπλασιασμὸν καγχαλόω, παρὰ τὸ ἐν χαλάσματι γίνεσθαι τὴν ψυχὴν χαίρουσαν.

45. ἀλκή] παρὰ τὸ ἀρκῶ τὸ βοηθῶ, ἀρκή· καὶ μεταθέσει τοῦ ρ εἰς λ, ἀλκή. ἢ παρὰ τὸ ἀκμὴν τὴν ἡλικίας· τοῦτο παρὰ τὸ κμῶ τὸ κοπιῶ γίνεται κμή· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη.

47. ἑτάρους] ἐκ τοῦ ἑταῖρος· τοῦτο ἐκ τοῦ ἔθος ἐθαῖος, ὡς δρόμος δρομαῖος· πλεονασμῷ τοῦ ρ, ἐθαῖρος· τροπῇ δὲ τοῦ δασέος εἰς ψιλὸν γέγονεν ἑταῖρος, οἱονεὶ συνήθης καὶ φίλος.

ἐρίηρας] ἄγαν εὐαρμόστους καὶ φίλους τοῦ Ἄλεξάνδρου, τουτέ-

377
στιν ἅρπαγας, πλεονέκτας καὶ μοιχούς. γίνεται δὲ ἐκ τοῦ ερι ἐπι- τατικοῦ καὶ τοῦ ἄρω τὸ ἁρμόζω, οἱονεὶ ὁ εὐάρμοστος· ἢ παρὰ τὸ ἤρα, ὃ σημαίνει τὴν χάριν, ὡς τὸ “ἐπὶ ἤρα φέροντες.”

54. κίθαρις] ἡ κιθάρα. γίνεται δὲ παρὰ τὸ κίω τὸ κινῶ κιάρα καὶ πλεονασμῷ τοῦ θ κιθάρα. ἐτυμολογεῖται δὲ παρὰ τὸ κινεῖν εἰς ἔρωτα τοὺς ἀκούοντας.

71. κρείσσων] παρὰ τὸ κρατῶ κρατείω κροσσῶν, τροπῇ τοῦ α εἰς ε κρέσσων, ὡς βάραθρον βέρεθρον, πλεονασμῷ τοῦ ι κρείσσων.

83. στεῦται] ὑπισχνεῖται, διαβεβαιοῦται. γίνεται δὲ ἀπὸ τοῦ στεύομαι στεύεται, καὶ ἐν συγκοπῇ στεῦται· τὸ θέμα στεύω· τοῦτο ἀπὸ τοῦ στῶ.

92. ὁππότερος] τὰ ἀπὸ τοῦ οπ ἀρχόμενα δασύνεται. τὸ ἐρωτη- ματικὸν πότερος, καὶ τὸ ἀναφορικὸν πλεονασμῷ τοῦ ο, ὁπότερος· καὶ τὸ π ποιητικῶς πλεονάζει, σχήματι συνθέτου. γίνεται οὖν ἐκ τοῦ ὁποῖος καὶ τοῦ ἕτερος, ὁποιότερος καὶ ὁπότερος, ὁ ἕτερος τῶν δύο.

95. ἀκήν] ἡσύχως, ἐπίρρημα μεσότητος· σημαίνει δὲ καὶ τὸ ἀφώνως. γίνεται δὲ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, κατὰ μετάμειψιν τοῦ γ εἰς κ. ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ σκοτεινόν, λυγόφως καὶ λυκόφως, οὕτω καὶ ἄγη ἄκη, καὶ κατὰ μεταβολὴν τοῦ τόνου ἀκή, καὶ ἀκήν ἀντὶ τοῦ ἡσύχως. οἶδε γὰρ ἡ ἔκπληξις καὶ ἀφωνίαν ἐμποιεῖν· ἢ παρὰ τὸ μὴ χαίνειν.

97. τὸ δὲ κέκλυτε σημαίνει δύο, γίνεται δὲ ἐκ τοῦ κλύω τὸ δοξ- άζω καὶ τὸ ἀκούω. καὶ εἰ μὲν σημαίνει τὸ δοξάζω, γίνεται ἐκ τοῦ κλέος, κλέω, καὶ σπερ ἀπὸ τοῦ ῥέω γίνεται ῥύω, ἀφʼ οὗ καὶ ῥυτόν, καὶ ἀπὸ τοῦ χέω χύω καὶ ξέω ξύω, οὕτως καὶ ἀπὸ τοῦ κλέω κλύω, ἀφʼ οὗ καὶ κλυτός, ὡς τὸ δουρικλυτός. εἰ δὲ σημαίνει τὸ ἀκούω, γίνεται ἀπὸ τοῦ κλῶ τὸ καλῶ, κλύω κλῦμι ἔκλυν κλύε κλῦθι, καὶ διπλασιασμῷ κέκλυθι· “κλῦθί μευ ἀργυρότοξε” (Il. 1, 37). ὡς καὶ ἐνταῦθα.

99. πέποσθε] ὁ μὲν Ἡρωδιανὸς ἐκ τοῦ πήθω τὸ πανθάνω, πήσα πέπηκα πέπησμαι πεπήσμεθα πέπησθε, καὶ συστολῇ τοῦ η εἰς ο. ἔιοι δὲ ἐκ τοῦ πονῶ, πονήσω πεπόνηκα πεπόνημαι πεπόνησαι πεπο- νήμεθα πεπόνησθε, καὶ ἀποκοπῇ τῆς τῆ συλλαβῆς πέποσθε ἀντὶ τοῦ πεπόνθατε.

22. Scholion hoc ab τὸ δὲ incipit quia temere adiunctum est scholio manus primae ad hunc versum.

378

108. ὁπλότερος ὁ νεώτερος. ἔστι δὲ συγκριτικόν· ὡς δὲ τὸ νεώτερος καὶ πρεσβύτερος τύπῳ μέν εἰσι συγκριτικὰ, τῇ δὲ φωνῇ ἀντὶ ἁπλῶν παραλαμβάνονται, οὕτω καὶ τὸ ὁπλότερος τύπῳ μέν ἐστι συγκριτικὸν, τῇ δὲ φωνῇ ἀνθʼ ἁπλοῦ παραλαμβάνεται. γίνεται οὖν παρὰ τὸ ὅπλον, ὁ μᾶλλον ὅπλα φέρειν δυνάμενος ὡς πρὸς τὸν γέ- ροντα.

ἠερέθονται] οἱ μὲν ἐκ τοῦ αἰωρῶ καὶ σείω, οἱ δὲ ἐκ τοῦ ἀείρω τὸ ἐπαίρω. ἐξ αὐτοῦ ἀερέθω, καὶ τροπῇ τοῦ ᾱ εἰς η ἠερέθω.

112. ὀϊζυρός] παρὰ τὸ ὀϊζύς· τοῦτο παρὰ τὸ οι σχετλιαστικὸν ἐπίρρημα, ὅπερ πλεονασμῷ τῆς μοι συλλαβῆς γίνεται οἴμοι καὶ οἰμώζω, καὶ κατὰ παραγωγὴν, ὀίζω. ἐξ αὐτοῦ ὀιζύω, ὡς πλήθω πληθύω· καὶ διαλύσει τῆς οι διφθόγγου ὀϊζύω, ἀφʼ οὗ ὀϊζυρός.