Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

213. ἀγλαά] ἐκ τοῦ ἀγάλλω, ἐφʼ οὗ τις ἀγάλλεται. ἢ παρὰ τὴν αἴγλην, ὅ ἐστιν ἀπὸ τοῦ ἀίσσειν· ὁρμᾶται γὰρ ἡ λαμπηδών.

237. φλοιός· ἐκ τοῦ φλῶ τὸ ἀναδίδωμι καὶ ἀναπέμπω, φλοῦς φλόος καὶ φλοιὸς.

303. αἶψα] ἐκ τοῦ ἴπτω τὸ βλάπτω, ἴψα ἴψα, καὶ μετὰ τοῦ στε- ρητικοῦ α ἄιψα, καὶ συναιρέσει αἶψα ἐπίρρημα· τὸ γὰρ ἀνεμπόδι- στον ταχέως γίνεται.

ἐρωήσει] παρὰ τὸ ῥῶ, ῥέω, τὸ φθείρω, ἐξ οὗ καὶ ῥᾶον, ὡς γνῶ γνώ· ὅθεν καὶ τὸ “ἐπερρώσαντο ἄνακτος.” καὶ γίνεται ῥωή, ὡς ζῶ ζωή, πλεονασμῷ τοῦ ε ἐρωή, καὶ ἐξ αὐτοῦ ῥῆμα ἐρωῶ, ἐρωήσω· ἢ παρὰ τὸ ῥέω, ἐρωή.

[*](33. * ῥῆμα—έρωἡ] ῥῆμα ῥωω ῥωήσω παρὰ τὸ ἔρω ἐρωή.)
367

316. παρὰ θῖʼ] ἡ παρά τὸ ἔξω δηλοῖ, ὥσπερ καὶ παραπλεῖν τὸ ἔξω πλέειν. αἰγιαλὸς μὲν οὖν κοινῷ εἴρηται ὀνόματι, καὶ ἔστι παρὰ τὸ αἶαν ἐγγὺς ἁλὸς ἔχειν· ἔχει δὲ διαφορὰς τρεῖς, ἀκτὴν ῥηγμῖνα καὶ θῖνα. ἀκτὴ μὲν οὖν εἴρηται ὁ πετρώδης αἰγιαλὸς, παρὰ τὸ ἄγ- νυσθαι καὶ κλᾶσθαι ἐκεῖ τὰ κύματα. ῥηγμὶν δὲ ὁ πρὸς ἄνεμον αἰγιαλὸς, παρὰ τὸ ῥήσσεσθαι ἐκεῖ τὰ κύματα· θὶν δὲ ὁ εὔδιος καὶ ἡσύχιος αἰγιαλὸς, παρὰ τὸ μετὰ γαλήνης καὶ νηνεμίας ἐκεῖ τὰ κύματα ἀποτίθεσθαι.

566. χραίσμωσι] βοηθήσωσι. ἔστι δὲ ὑποτακτικοῦ δευτέρου ἀορί- στου. τὸ θέμα χραισμῶ. ὁ δεύτερος ἀόριστος ἔχραισμον. γέγονε δὲ τὸ χραισμῶ ἀπὸ τοῦ χρήσιμος χρησιμῶ· συστολῇ τοῦ η εἰς α, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ι, χραισμῶ. τὸ δὲ χρήσιμος ἀπὸ τοῦ χρῄω, ἢ ἀπὸ τοῦ χρῶ, χρήσω, ἀφʼ οὗ καὶ ἀχρεῖος. Similia supra ad v. 28.

596. κύκελλον] ποτήριον. γίνεται δὲ παρὰ τὸ κυφός ἢ παρὰ τὸ κύπτω, τὸ κεκυρτωμένον καὶ περιφερές· ἢ παρὰ τὸ χύειν τὸν πηλὸν, τουτέστι τὸν οἶνον. πηλὸς γὰρ παρὰ Ἀττικοῖς ὁ οἶνος, παρὰ τὸ πάλλειν τὰς φρένας καὶ τὰς καρδίας τῶν πινόντων τοῦτον πολύν· ἀφʼ οὗ καὶ κάπηλος, παρὰ τὸ κακύνειν τὸν πηλὸν ἤγουν τὸν οἶνον.

598. νέκταρ παρὰ νε στερητικὸν καὶ τὸ κτῶ τὸ φονεύω, τὸ μὴ τοῖς κτεινομένοις, ἀλλὰ τοῖς ἀθανάτοις διδόμενον.

50. λιγυφθόγγοισιν] ἐκ τοῦ λιγύς καὶ τοῦ φθόγγος. τὸ δὲ λιγύς παρὰ τὸ λέγω λεγύς καὶ λιγύς· ἢ ἀπὸ τοῦ λίαν ἡδύς.

52. ὥκα] ἐκ τοῦ ὠκύς ὠκέα ὦκα. τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα. τὸ οὐδέτερον ἀκύ ἄκεα ἄκα, καὶ μεταθέσει τοῦ ᾱ εἰς ἡ ἦκα, ὡς τὸ “ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγό- ρευον” (Il. 3, 155). ἀντὶ τοῦ μετὰ ἡσυχίας, καὶ τροπῇ τοῦ ὰ εἰς ω μέγα ὦκα, ὥσπερ φᾶρος τὸ ἱμάτιον, ἐξ οὗ φωριαμός. Similia in Etym. M. p. 821, I2 et in Crameri Anecd. Oxon. vol. 1 p. 448.

55. ἠρτύνετο] ἐκ τοῦ ἀρτύω· τοῦτο δὲ παρὰ τὸ ἀρτῶ. τοῦτο παρὰ τὸ ἄρω τὸ ἁρμόζω· ὁ μέλλων ἀρῶ ἀρώσω, Αἰολικῶς ἄρσω καὶ ἀρτός. ἐκ γὰρ τοῦ ἀρτύω ἀρτύνω, ἐξ οὗ καὶ τὸ “ἡρτύνθη μάχη” (Il. 11, 216.)

67. ἔχοντες] τὸ ἔχω σημαίνει ιγ, τὸ κρατῶ· “ἐν δʼ ἄρα χειρὶ

368
ἔγχος ἔχ’ ἑνδεκάπηχυ” (Il. 8, 493). τὸ καταλαμβάνω· “αλλʼ οὐκ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν ὕπνος ἔχε γλυκερός” (Il. 3). τὸ φυλάσσω· “ὧς οἱ μὲν Τρῶες φυλακὰς ἔχον” (lI. 9, 1). τὸ ἐπιμελοῦμαι· “ὅς μοι κῆπον ἔχει πολυδένδρεον” (Od. 4, 737). τὸ συνοικῶ γυναικί “τὴν εἶχε κρείων Ἑλικάων” (Il. 3, 123). τὸ ἐλαύνω· “τω διὰ Σκαιῶν πεδίων ἔχον ὠκέας ἵππους (ib. 263). τὸ κτῶμαι· “ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ” (ib. 412). τὸ πλησιάζω, ἐξ οὗ καὶ τὸ ἐγγύς, ὡς τὸ “ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι” (Psalm. 139, 6). τὸ οἰκῶ, ὡς ἐνταῦθα. τὸ κατέχω καὶ κρατῶ· “τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αίπ” (Il. 3, 243). τὸ βαστάζω· “τόξʼ μοι- σιν ἔχων ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45). τὸ κρύπτω. “Τἀλλὰ καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ” (ib. 82). τὸ φορῶ· “τῶνδʼ οἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ μαχαίρας” (Il. 18, 595).

73. θέμις] παρὰ τὸ τίθημι τίθεμαι θεμός καὶ θέμις καὶ θέμιτα καὶ θέμιστας κατὰ πλεονασμόν.

75. ἐρητύειν] ἐκ τοῦ εἱρκτή εἱρκτύω, ἐξ αὐτοῦ ἐρητύω ἐρητύσω, ὁ μέσος παρακείμενος εἰρήτυκα, ὁ παθητικὸς εἰρήτυμαι ἐρητυθείην ἐρήτυθεν.

87. ἠΰτε] ἐκ τοῦ ὡς γίνεται, καὶ πῶς ἐκ τοῦ ὥς; κανών ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρήματα, συνυπάρχοντά τινι εἰς η λήγει, καὶ ὁμοτονούμενα αὐτοῖς, οἷον πάντως πάντῃ, ἄλλως ἄλλῃ, οὐδαμῶς οὐδαμῇ, διχῶς διχῆ. οὕτως οὖν καὶ ἀπὸ τοῦ ὣς ἦ, καὶ πλεονασμῷ τοῦ ῦ ἠΰ. ψιλοῦται δὲ ὡς τοῦ πλεονάσαντος.

88. γλαφυρῆς] γίνεται ἐκ τοῦ γλάφω τὸ διορύττω, ἐξ οὗ καὶ γλάφυ. σημαίνει δὲ τὸ σπήλαιον· “καὶ γλάφυ πετρῆεν” (Hesiod. Op. 531). ἔστιν οὖν γλάφω γλάψω ἔγλαψα, ὡς τὸ “ἐν ψαμάθοισι διαγλάψας ἁλίῃσιν” (Od. 4, 438). ἐπὶ δὲ τοῦ ἡδέος περὶ τοῦ διο- ρύττειν καὶ κινεῖν τὴν ἀκοὴν πρὸς ἡδονήν.

90. ἄλις ἐκ τῆς ἁλός γενικῆς. ἐν αὐτῷ γὰρ ἱκανὸν καὶ ἀθρόον ἐστὶ τὸ ὕδωρ.

[*](20. “Seribe συνυrάρχοντα ἔχει τινὰ 9 σύ μὴν ἀλλὰ καὶ οὕτως φαμέν. τοῖς-. εἰς ᾖ λήγοντα καὶ ὁμοτονούμενα αὐτοῖς, Post ἡ θέμις ἐστί v. 14 exciderunt οἷον-διχῆ, οὕτως οὖν καὶ ἀπὸ τοῦ ὧς haec: καὶ ἐν συντάξει τοῦ τε “ὅτε ῇ καὶ ὅτε, καὶ πλεονασμῷ τοῦ ν ἠῦτε. ξείνων θέμιςέστί.” Nec scripsit v. 3 Apollonium quoque in eadem re καὶ παρὰ τοῦτο τὸ ἀ ἀποτελεἵταί τι Adv. p. 559 misere corruptum ἕτερον τὸ ἥ κατὰ μετάληψιν τοῦ α εἰς video. Verba σὺ μήν ἀλλὰ quae le- τὸ ῇ, sed ἰωνικώρτερον.” LEHRS. in guutur p. 559, 2 transfereιmusad v. Append. ad Herodianum p. 461.)
369

135. σπάρτα] ἐκ τοῦ σπαρτίου· τοῦτο ἐκ τοῦ σπειρῶ τὸ εἱ- λίσσω, ἐξ οὗ καὶ σπείρημα τὸ τοῦ ὄφεως εἵλιγμα. σπάρτον οὖν καὶ σπαρτίον. σπερ οὖν ἀπὸ τοῦ μηρία μῆρα, οὕτως καὶ ἀπὸ τοῦ σπαρτία σπάρτα.

142. στήθεσσιν] στῆθος ἐκ τοῦ σιτίον καὶ τοῦ ὔθω, σιτίωθόν τι ὂν, παρὰ τὸ τὰ σιτία διʼ αὐτοῦ ὠθεῖσθαι· καὶ κατὰ συγκοπὴν στῶ- θος καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν στῆθος. ἔνιοι δὲ παρὰ τὸ ἵστημι, στήσω, στῆθος, τὸ ὀρθῶς ἱστάμενον, καὶ μὴ ἐπικεκαμμένως.

144. μακρά] ἐκ τοῦ μῆκος μηκρός καὶ μηκρόν, καὶ ὥσπερ ἐκ τοῦ κῦδος κυδρὸς καὶ “κυδρὴ παράκοιτις,” οὕτω καὶ ἐκ τοῦ μῆκος μηκρός καὶ μακρός. ἐτράπη γὰρ τὸ μακρὸν εἰς βραχύ.

145. νότος] παρὰ τὸ ὀνῶ τὸ βλάπτω, ὀνόσω, ὄνοτος, καὶ ἀφαι- ρέσει τοῦ ὅ, νότος, ὁ βλαπτικὸς οἱονεὶ τῶν καρπῶν καὶ σωμάτων.