Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

671. πρὸς πίστιν ἡ τῆς δεξιᾶς χειρὸς κράτησις.

679. ἀλλʼ οὐχ μρμείαν] δεῖ οὖν καὶ ἡμᾶς τὸ θεῖον ὡς ἄγρυπνον αἰδουμένους μὴ εἰκῆ τι πράσσειν.

681. ἱεροὺς πυλαωρούς] πιστοὺς, ἢ τοῦ στρατεύματος σωτῆρας.

686. σεῖο δέ κεν] ταῦτα πρὸς τὸ ἀποτρέψαι αὐτὸν τοῦ ὕπνου.

699. ἰκέλη χρυσῇ Ἀφροδίτῃ] κατʼ ἐπιφορὰν εἴγηται· ἔδει γὰρ [*](34. ἐπιφορὰν Bekk.] ἐπιφθορὰν)

360
παρθένον οὗσαν Ἀρτέμιδι εἰκάζειν. τοῦτο δὲ ποιεῖ διὰ τὴν συμπά- θειαν· οὐ γὰρ οἶδεν αὐτὴν μάντιν ὁ ποιητής· ἀγωνιῷ δὲ περὶ ἀδελφοῦ καὶ πατρός.

703. γέγωνέ τε] ἡ χαρὰ γὰρ ἰσχὺν δίδωσι καὶ βοῆς καὶ περιόδου. ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον.

706. χαίρει] ἀντὶ τοῦ συνευφραίνεσθε καὶ συγχαίρετε.

708. οὐδὲ γυνή] ἐναργῶς καὶ τὰς γυναῖκας συνεργούσας ἐποί- ησεν ἐπὶ τῇ παραδόξῳ θέᾳ τοῦ νεκροῦ καὶ τῇ σωτηρίᾳ τοῦ βασι- λέως.

711. τιλλέσθην] ἑαυτὰς καὶ τὰς ἰδίας κεφαλάς.

722. ἐξῆρχον μὲν ἐκεῖνοι τῶν λόγων, ὡς ἔοικε, καὶ διεδέχοντο αὐτοὺς αἱ γυναῖκες ἀντιφωνοῦσαι.

725. νέος ὅλεο] νέος ἐξεκόπης τῆς ζωῆς. ἀπὸ οἰκτροῦ δὲ ἤρξατο, τὴν ἐκκοπὴν τῆς ἤβης ὀδυρομένη· τοὺς γὰρ ἐν γήρᾳ θανόντας μᾶλλον εὐδαιμονίζομεν.

731. νηυσὶν οἰχήσονται] ἀντὶ τοῦ ἐπὶ νηῶν πορεύσονται.

734. ἀεθλεύων πρὸ ἄνακτος] κακοπαθῶν ὑπὲρ δεσπότου. καὶ Πίνδαρός φησι PIytt. 4, 72) “λυσίπονοι δεσποτῶν θεράποντες·” ὑπὲρ ἐκείνων γὰρ πλέουσι, γεωργοῦσιν, ἀχθοφορούσιν.

735. ῥίψει ἑλών] ἢ ὡς ἐκ στοχασμοῦ, ἢ ὡς ἔθους ὄντος τοὺς μὴ δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι.