Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

617. ἀκύρως· πῶς γὰρ ἡ λίθος πέσσει; Φιλήμων δὲ ὁ κωμικός φησιν “ἐγὼ λίθον μὲν τὴν Νιόβην μὰ τοὺς θεοὺς οὐδέποτʼ ἐπείσθην, οὐδὲ νῦν πεισθήσομαι, ὡς τοῦτʼ ἐγένετʼ ἄνθρωπος, ὑπὸ δὲ τῶν κακῶν τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα, προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.” ὁ δὲ Λυδός φησιν ὅτι Ἀσωνίδης ἐρασθεὶς αὐτῆς μὴ πεισθείσης τὸν οἶκον ἐνέπρησεν, ἡ δὲ φεύγουσα εὔξατο λιθωθῆναι καὶ ἐλιθώθη.

[*](4. ψευδές —] Scholion manus 29. πεισθήσομαι Eunst.] πείθομαι recentissimae ex Talaephati cap. ἐγένετ᾿—ὑπὸ δὲ τῶν—τοῦ τε 9 compilatum. Townl.] ἐγένετο καὶ κήδεα πέσσει 24. * Σιπύλου] σιπύλης. ἀλλʼ ὑπὸ τῶν—καὶ τοῦ)
359

619. σίτου] ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. χαρίεις δὲ ὁ πρὸς ἀνάκτησιν τοῦ γέροντος συνδειπνῶν, καίτοι προδειπνήσας.

630. ὅσσος ἔην οἷός τε] ὅσος ἐν μεγέθει, οἷος ἐν κάλλει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν.

632. καὶ μῦθον ἀκούων] ἀπὸ κοινοῦ τὸ ἀγαθόν. φησὶ γοῦν περὶ αὐτοῦ “θεόφιν μήστωρ ἀτάλαντος” (Il. 7, 366).

635. λέξον] κλῖνον, κοίμισον· ἡ γὰρ διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ.

636. ταρπώμεθα] δώδεκα γὰρ νύκτας ὄντι ἀΰπνῳ οὐκ ὀλίγην ἡ νὺξ τὴν τέρψιν ποριεῖται.

639. κήδεα μυρία πέσσω] ὑπὸ μυρίων καὶ ἀναριθμήτων κακῶν ἀναλίσκομαι.

648. ἐγκονέουσαι] ἐνεργοῦσαι καὶ πονοῦσαι· τὸ γὰρ πονεῖν Πακῶς κονεῖν λέγεται.

650. ἀφίστησιν αὐτὸν εὔκαιρον τὴν νύκτα πρὸς συνουσίαν ποιού- μενος ὡς ἡ μήτηρ παρήνεσεν· ἢ βεβαιῶσαι θέλει ὡς πάντα διʼ αὐτοῦ γίνονται καί πρὸς αὐτὸν φοιτῶσι πάντες.

657. ὑφ’ ἓν τὸ ποσσῆμαρ, ὡς ἐννῆμαρ· μεσότητος γάρ ἐστιν, ἀντὶ τοῦ ποσήμερον. ἐπεὶ δὲ ἅπαξ πεισθεὶς δίδωσι τὸν νεκρὸν, προ- νοεῖται καὶ τῆς κηδείας.

663. ἀξέμεν] λείπει τὸ ὥστε, ὥστε ἀξέμεν.

664. ἐννῆμαρ μέν] φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται.

665. δαινῦτό τε λαός] ἀντὶ τοῦ τὸν ἐπιτάφιον δεῖπνον τῷ λαῷ ποιήσοιρμεν.

667. εὅπερ ἀνάγκη] ἀπειρηκὼς τῷ χρόνῳ ἢ ταῖς συμφοραῖς ἀνάγκην τὸν πόλεμον ἐκάλεσεν. ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλ- λέως τῷ δέει τῶν πολεμίων.