Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

490. ἀλλʼ ἤτοι κεῖνός γε] ηὔξησε τὸν ἔλεον, εἴγε ὁ μὲν τὸν ἔνα ἔχει, ὁ δὲ τῶν πεντήκοντα ἀφῆρηται.

496. ὑφʼ ἓν τὸ ἐννεακαίδεκα. Πάμφιλος δὲ εἰς τρία διήρησε μέρη.

497. ἔτικτον] καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ τοῖς βαρβάροις βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων.

498. θοῦρος Ἄρης] δεδιως οὐ λέγει σὺ, ἵνα μὴ θυμώσῃ οὐ- τόν.

499. οἶος ἔην, εἴρυτο δὲ ἄστυ] οἶος πρὸς τὸ σώζειν τὴν πόλιν. ἓν δὲ πρᾶγμα δύο περικοπαῖς σέφρασται, ὡς τὸ “τὸ μὲν ἕλκος τέρσετο, παύσατο δʼ αἴμαα” (Il. 11, 267) ἀντὶ τοῦ παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος· “ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνάσχον” (Il. 3, 318), ἀνασχόντες εὔξαντο.

504. σοῦ πατρός] ὡς ἱκανοῦ πρὸς ἔλεον ἀπʼ αὐτοῦ ἤρξατο καὶ εἰς αὐτὸν ἔληξε. καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ ἐκεῖνος, ἀλλʼ οὗτος πλέον.

506. ἀνδρὸς παιδοφόνοιο] ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἀλλʼ ἐκ τοῦ πάθους εἰς τοῦτο παρεσύρη.

510. ἐλυσθείς] παρεθεὶς, ἢ συνειληθεὶς, ἢ κυλισθείς.

511. κλαῖεν ἑὸν πατέρʼ] λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵνʼ ἦ ἄλλοτε μέν.

διπλάσιος ὡν αὐτῷ ὁ θρῆνος παρισωθήσεται τοῖς δάκρυσι Πριά- μου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην ἡ Εκτορος καὶ Πριά- μου.

514. χτιρὸς ἀνίστη] παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χτιραγω- γῆσαι καὶ τιμῆσαι. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς.

523. κατακεῖσθαι ἐάσομεν] ἀποβαλέσθαι γὰρ τὸ πάθος ἀδύνατον, πλὴν τοῖς κλαυθμοῖς ἀναρριπίζειν οὐ δεῖ.

524. πρῆξις] ἄνυσις ἡ ἐκ θρήνου. λείπει δὲ ἡ ἐξ.

527. ἐν Διὸς οὔδει] ἀπὸ μέρους τῷ οἴκῳ.

μέμφεται τὴν δόξαν Πλάτων (Rep. 2 p. 98) λέγων ὡς ὁ θεὸς ἀγαθὸν, οὐδὲν δὲ ἀγαθὸν βλαβερὸν, ὃ δὲ μὴ βλαβερὸν, οὐδὲ βλάπτει,

356
ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου, ἐπεὶ καὶ ὁ ποιητὴς ὁμοίως φησὶν, ὅταν λέγῃ δεὺς “οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν” (Od. 1, 34).

528. στικτέον εἰς τὸ δίδωσι, καὶ δύο τοὺς πίθους διὰ τῆς στιγμῆς παραδεκτέον.