Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

376, 377. ἐντεῦθεν οἱ ἀπὸ τοῦ περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφεισαν· τὸ γὰρ δέμας καὶ εἶδος τῶν σωματικῶν, τὸ δὲ πέ- πνυσαι τῶν ψυχικῶν· τὸ δὲ μακάρων ἔξεσσι ἐπʼ εὐγενείας εἴλη- πται, καὶ οὔτε ψυχικὸν οὔτε σωματικόν ἐστι πλεονέκτημα. ἔξεσσι] ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί. ἀπὸ τῆς ὄψεως δὲ τοῦ παιδὸς στοχάζεται ὁποῖοι οἱ γονεῖς εἰσί.

381. τοῦτο γὰρ ἔθος τοῖς πολεμουμένοις, ως που καὶ Πρίαμος Πολυμήστορι Πολύδωρον ἐξέθηκεν.

385. οὐ μὲν γάρ] οὐχ ὑστέριζεν ἐν τῷ πολέμῳ τῶν Ἑλλήνῶν.

388. ἐνίσπες] ὡς τὸ ἔδραμες· ὁριστικὸν γάρ ἐστιν ἀπὸ τοῦ ἤνισπες· τὸ προπαροξυνόμενον προστακτικόν ἐστι χωρὶς τοῦ σ, ὡς τὸ .“ἀληθές μοι ἐνίσπες.”

394. θαυμάζομεν] ἀντὶ τοῦ μετʼ ἐκπλήξεως ἐθεώμεθα.

397. τὸ ἑξῆς ἐκ Μυρμιδόνων εἰμί.

398. ἀφνειός] ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. τὸ δὲ γέρων, ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί.

400. ἀναστρεπτέον τὴν μετα.

[*](2. καὶ μὴν-ἀνακυκλοῖ] Haec pars acholii ab alia manu scripta est.)
352

401. νῦν δʼ ἤλθον] κατασκοπήσων ἥκω, φησὶ, μή τις ἐξ ὑμῶν εἶη ἐνέδρα, ὡς ἑταῖρος ὀν Ἀχιλλέως, ὃς ἄρχει τῆς στρατιᾶς.

408. ἢ ἔτι πὰρ νήεσσιν] πρὸ πάντων περὶ τοῦ σώματος πυνθάνε- ται· τί γὰρ χρὴ ἀπιέναι μηκέτι ὄντος τοῦ σώματος;

409. μελεῖστί] τινὲς οἰκτρῶς, οὐκ εὗ· μέλεον γὰρ ὁ ποιητὴς τὸ μάταιόν φησιν. ἔστιν οὖν ἀντὶ τοῦ κατὰ μέλος.

411. οὔπω] παρέλκει τὸ πω· οὐδὲ γὰρ μέλλουσι φαγεῖν.

413. ἐν κλισίῃσι] ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου.

414. πάντα μὲν διεξέρχεται ὅσα συμβαίνει τοῖς χρονίοις νεκροῖς, οὐδὲν δὲ τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, ἵνα ἀνακτήσηται τὸν γέροντα.