Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

165. ἐν δὲ πυρῇ ὑπάτῃ] ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς τὸ “ῥινὸς ὕπερ πυμάτης” (Il. 13, 616).

311

168. δημὸν ἑλών] πρὸς τὸ ταχὺ τὴν πιμελὴν ἐξυφαφθῆναι τοῦτο ποιεῖ Ἀχιλλεύς.

169. περὶ δὲ δρατὰ σώματα νήει] περὶ αὐτὸν ἐσώρευεν ὑπὲρ τοῦ καὶ τὴν ἀπʼ ἐκείνων πιμελὴν συμπράσσειν πρὸς τὴν καῦσιν. δρατὰ δὲ τὰ ἔκδαρτα κατὰ ἀντιστροφήν.

171. πρός] πρὸς τὸ σῶμα αὐτοῦ, ἢ πρὸς τὰς πλευρὰς, ἢ πρὸς ὃν ἔκειτο τόπον.

173. καὶ πρότερον λίαν ὠμὸν ὄντα πλέον ἠγρίωσε νῦν ὁ Πατρόκλου θάνατος, ὡς καὶ κύνας αὐτῷ συγκαίειν. διὸ ὡς ἀγανακτῶν ὁ ποιητής φησι (176) “κακὰ δὲ φρεσὶ μήδετο ἔργα.”

177. σιδήρεον] ἄμφω γὰρ τμητικὰ, πῦρ καὶ σίδηρος.

νέμοιτο] ἐμφαντικῶς ἀντὶ τοῦ φάγοι.

179. χαῖρέ μοι] ἀντὶ τοῦ ἥδου, ὅτι σοι τὰ πρὸς ἡδονὴν ἀπεπλή- ρωθα.

184. ἀπειλήσας] διὰ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν ἀκροατήν· ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ.

186. χρῖεν ἐλαίῳ] ἰσχυροποίησε τὸ σῶμα διὰ τῆς χρίσεως, ἵνα μὴ ἑλκόμενον ὑπʼ Ἀχιλλέως ἀποξέοιτο.

190. μὴ πρίν] μή πως πρὸ τοῦ ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετῶδες ποιήσειεν.

192. οὐδὲ πυρή] τὴν ἔμφασιν διὰ τούτου τῶν ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ.

195. Βορέῃ καὶ Ζεφύρῳ] ὡς Θρᾳξί Θρᾴκη γὰρ Τροίας πλησίον.

198. ἀντὶ τοῦ ὁρμὴν λάβοι ἡ ὕλη τοῦ καῆναι, ἵνʼ ᾖ, ὕλη τʼ ἐσ- σεύοιτο καήμεναι. εἰ δὲ ᾖ ὕλην τʼ ἐσσεύαιτο καήμεναι, ἀντὶ τοῦ ἵνʼ ὁρμήσειαν οἱ ἄνεμοι τὴν ὕλην καίειν.

199. μετʼ ἄγγελος ἦλθʼ ἀνέμοισιν] Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς ἀνέμους ἧλθεν, ὡς Ἀρχίλοχος “μετέρχομαι σύμβουλον.” οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ὅτι βούλεται δηλῶσαι ὡς ἡ Ἶρις φανεῖσα πολλάκις ἀνέμων κίνησιν δηλοῖ, οἱονεὶ πρὸς διέγερσιν αὐτῶν ὁρωμένη.

200. δυσαέος] οὐκ ἀεί, ἀλλὰ χειμῶνι. ἔστι γὰρ χειμῶνος μὲν δυσαὴς, θέρους δὲ προσηνής.