Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

125. ἐπισχερώ] ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν ἔχειν.

131. ἐν τεύχεσσιν ἔδυνον] ἀντὶ τοῦ εἰς τὰ τεύχη.

132. ἐν δίφροισι] ἀντὶ τοῦ εἰς τοὺς δίφρους.

133. νέφος εἵπετο πεζῶν] τὸ πλῆθος διὰ τοῦ νέφους ἐδήλωσε, καὶ τὸ σχῆμα, καὶ πῶς ἐπορεύοντο.

135. καταείνυον] ἀντὶ τοῦ περιεκάλυπτον. τὸ πλῆθος δὲ τῶν κειρομένων διὰ τούτου ἐμφαίνει.

139. μενοεικέα] τὴν ἀρεσκομένην Ἀχιλλεῖ, ἢ τὴν πρέπουσαν τῇ πυρᾷ.

142. τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομί- ζονται, διὰ τὸ αὐξητικὸν τὸ ὑγρὸν εἶναι. ὅτι δὲ αὐξητικόν ἐστι, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ.

143. ὀχθήσας] στενάξας, καὶ ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν Σπερ- χειὸν ἀποβλέψας.

147. δυνάμεως καὶ αὐξήσεως αἴτιον τὸ ὕδωρ· ὅθεν ἔνορχα θύουσιν, οἱονεὶ τὰ εὐθαλέστερα καὶ δυνάμει προὔχοντα τοῖς αἰτίοις τοῦ δύνασθαι.

155. εἰ μὴ Ἀχιλλεύς] τοσοῦτος ὁ θρῆνος ὅτι καὶ Ἀχιλλεὺς δια- γινώσκει τὴν ἀμετρίαν αὐτοῦ.

157. λείπει τὸ ὕστερον, ἵνʼ ᾖ, ἔστι καὶ ὕστερον ἆσαι γόοιο. ἐνέ- φηνε δὲ αὐτὸ διὰ τοῦ “νῦν δʼ ἀπὸ πυρκαῖῆς σκέδασον” (Il. 23, 158).

158. δεῖπνον] τὴν πρὸ τοῦ δείπνου τροφήν. ὑπερβολικῶς οὖν εἶπε τὸ “καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος” (Il. 23, 154).

160. ὀξυτόνως τὸ κήδεός παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός. δηλοῖ δὲ τὸν κηδεύσιμον. τὸ δὲ ἑξῆς παραμενόντων ἄμμι οἱ ἀγοί.

*τὸ κηδεός τινὲς ἀντὶ τοῦ φροντίδος ἄξιος.

163. κηδεμόνες] οἱ εἰς τοῦτο τεταγμένοι πρὸς τὸ ἀδιασπάστως φροντίζειν αὐτοῦ παρὰ τοὺς ἄλλους.

164. ἑκατόμπεδον] ἑκατὸν ποδῶν πλευρὰς ἐκ παντὸς μέρους ἔχουσαν, ὡς τὸ τετράπους λίθος.