Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

419. τὸ γενικώτερον προέταξεν, ὅτι ἦν στενὴ ὁδός· εἶτα ἐπάγει ῥωχμὸς ἔην, ὅ ἐστι χάσμα ἐκ ῥύακος γεγενημένον. στεῖνος δὲ στέ- νωμα κοιλάδας ἔχον περικειμένας. βαρύνεται δὲ τὸ στεῖνος ὡς τὸ μάκρος.

420. ῥωχμὸς ἔην] ἔκρηξίς τις ἦν μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξιᾷ Μενέλαος ἤλαυνεν.

422. ἁματροχιάς] τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν.

*Πορφυρίου. οὐ δεῖ δυσχεραίνειν εἰ τῶν νῦν παιδευτῶν τοὺς πολλοὺς λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁματρο- χιάν. ἔστι δὲ ἁματροχιὰ τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον. ἁρμα- τροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρʼ Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγησαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχιὰ παρίστησιν ἐπὶ τοῦ Μενελάου λέγων “τῇ ῥʼ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων.” ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς καὶ τὴν ῥῆξιν, τὴν συνέμπτωσιν τοῦ δρόμου φυλατ- τόμενος. τοῦτο γὰρ μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο, εἰπὼν (Il. 15, 635) “αἰὲν ὁμοστιχάει.” καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆς τροφοῦ καὶ συμβαδίζοντος μετὰ δρόμου αὐτή φησι (Od. 15, 450) “παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω, κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε,” τουτέστιν ἤδη μοι ἔξω συντρέχειν δυνάμενον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· “ἡ δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.” ἁματροχιὰ μὲν οὖν οὕτως. μετὰ δὲ τοῦ ρ, ἁρματροχία, ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸς πάλιν παρί- στησι λέγων “οὐδέ τι πολλὴ γίνετʼ ἐπισσώτρων ἁρματροχίη κατό- πισθεν ἐν λεπτῇ κονίῃ” (504)· διὰ γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος φησίν. ἐξηγή- σατο δὲ πῶς γίνεται ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλίμαχός φησιν “ἀλλὰ θεόν- των ὡς ἀνέμων οὐδεὶς εἶδεν ἁματροχιάς.ʼ βούλεται μὲν γὰρ εἰπεῖν ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχιαὶ δὲ οὐ [*](9. *Πορφυρίου] om. 24. ἤδη μοι Bekkerus] ἴδοιμι 27. τροχῶν] τρόχων)

320
δηλοῦσι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλʼ αἱ μετὰ τοῦ ρ λεγό- μεναι ἀρματροχίαι.

424. ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δοὺς, ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον, καὶ φθάσῃ ἐπί τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος τὸν ἀσφαλέστερον ἤλαυνε δρόμον.

426. ἀφραδέως] ἀπείρως· οὐ γὰρ οἶδεν ὅτι κακουργεῖ. ἄνεχʼ] ἄνω ἔχε, μὴ ἐπίκεισο.

427. τάχα δʼ εὐρυτέρῃ] ὅταν παρέλθῃς τὸ στενὸν, ταχέως ἐν τῇ εὐρυτέρᾳ παρελάσεις.

428. κύρσας] συμπεσὼν, συρράξας, συμβαλών.

430. οὐκ ἀΐοντι ἐοικώς] προσποιούμενος μὴ ἀκούειν.

431. οὖρα τὰ ὁρμήματα. κατωμαδίοιο δὲ τοῦ κατὰ τῶν ὤμων φερομένου· ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσι.

433. ἠρώησαν] ὑπεχώρησαν.

440. πεπνῦσθαι] ὁ γὰρ ἀδικῶν οὐ λογισθήσεται φρόνιμος εἰκότως.

445. ἀτέμβονται νεότητος] στέρονται, ἐνδεεῖς εἰσὶ καὶ χρείαν ἔχοντες ἥβης.

450. πρῶτος δʼ Ἰδομενεύς] ἀγωνιᾷ γὰρ διὰ τὸν φίλον, καὶ διὰ τοῦτο εἰς τὴν περιωπὴν ἄνεισιν ὡς σκοπήσων ὃ συμβαίνει.

451. ἐκτὸς ἀγῶνος] καὶ πῶς ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς διαλύει; ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κωλύει. περιωπὴ δὲ, ὅθεν ἔστι πάντας ἰδεῖν ἢ ὑπὸ πάντων ὁρᾶσθαι διὰ τὸ ὕψος.

452. ἄνευθεν ἐόντος] τουτέστι μακρὰν ἀπόντος τοῦ ἡνιόχου.

454. τόσον] ἀντὶ τοῦ ὅλον· οὕτω γάρ φησι πρὸς τὰ παρʼ ὀλίγον τετελεσμένα. οἱ δὲ γλωσσογράφοι τόσσον ἀντὶ τοῦ σῶμα. Χαμαι- λέων δέ φησι τοὺς τοιούτους ἵππους ἀρίστους εἶναι.

458. οἶος ἐγὼν ἵππους] καὶ ταῦτα εἰωθότα ἐν τοῖς ἀγῶσι· θρύ- πτονται γὰρ ὡς ἀκριβέστερον θεώμενοί τινες, καὶ ἐν ἤθει καταλαζο- νεύονται τῶν πολλῶν.

459. παροίτεροι] παρὰ τὸ πάρος, ἵνʼ ᾖ οἱ πρότεροι· καὶ πλεονάζει τὸ ι ὡς ἐν τῷ μυχοίτατοι (Od. 21, 146). οἱ δὲ ἀπὸ τοῦ πάροιθεν τοπικοῦ.

462. τὰς πρῶτα ἴδον] καμπτούσας μὲν γὰρ αὐτὰς εἶδε, μετὰ δὲ τὸ κάμψαι οὐκέτι.

321

463. οὔ πω] περισσὸν τὸ πω· τὸ γὰρ πῆ τὴν εἰς τόπον δηλοῖ σχέσιν, οὐ τὸ πω.