Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

382. ἀμφήριστον] ἀμφισβητήσιμον.

383. σεμνοποιῆσαι θέλων τὸν ἀγῶνα, καὶ θεοὺς συμφιλονεικοῦντας εἰσάγει. κατὰ Διομήδους δὲ χωρεῖ ὁ Ἀπόλλων, ὅτι οὐ θεὸν μέγαν ἅζετο, εἰ μὴ μόνῃ εὔχετο Ἀθηνᾷ.

* δεόντως τῶν Εὐμήλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἀπόλλων, ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν ποιητὴν λέγοντα “τὰς ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρεως φερούσας” (Il. 2, 766). δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θη- τεῦσα Ἀλδμήτῳ τῷ Εὐμήλου πατρί.

384. χωομένοιο] συγχεομένου καὶ λελυπημένου ἐπὶ τῇ ἀτυχίᾳ.

387. ἐγκλιτέον τὴν οἷ· ἔστι δὲ ἀντὶ τοῦ αὐτοῦ.

388. ἐλεφηράμενος] παραλόγως καὶ ἀδίκως βλάψας αὐτόν.

391. δεῖ τοίνυν καὶ τὰς ἐπικουρίας πεφυλαγμένως ποιεῖσθαι, ὅπως μὴ μᾶλλον, ὧν προῖστάμεθα, τούτους βλάπτοιμεν.

392. ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν] ἐτάχυνε τὴν ἀπαγγελίαν, μιμούρμλνος ψόφον ἁρμάτων κλωμένων.

393. ἀμφὶς ὁδοῦ δραμέτην] τῆς προκειμένης ὁδοῦ χωρὶς ἔδραμον. ἐλύσθη] συνερρύη, συνέπεσεν, ὡς “λασίην ὑπὸ γαστέρʼ ἐλυσθείς” (Od. 9, 433).

396. ἡ ὀνοματοποιία τοῦ θρυλίχθη τὴν ταραχὴν τοῦ θραυσθέντος προσώπου δηλοῖ.

397. θαλερὴ ἡ σύντονος καὶ μεγάλη.

398. παρατρέψας] νηφαλεωτάτη ἡ προσθήκη. τοῦτο γὰρ ἦν δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ.

403. ἔμβητον] ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης· καὶ γὰρ οἱ ἐν πολέμῳ καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι διὰ τὸ μὴ ξενοφωνοῦντας ἵστασθαι.

*σφῶϊ τιταίνετον] ἀντὶ τοῦ ὑμᾶς αὐτοὺς τείνετε πρὸς δρόμον. γίνεται δὲ ἐκ τοῦ ταίνω τοῦ σημαίνοντος τὸ τείνω, ἀφʼ οὗ καὶ τι- ταίνω.

405. οἷσιν Ἀθήνη] τὴν ἐκ τῆς Ἀθηνᾶς στοχάζεται βοήθειαν, ὡς ἂν συνετός. καὶ Αἴας (782) “ἥ μʼ ἔβλαψε θεά.”

408. μὴ σφῶιν ἐλεγχείην καταχεύῃ] αἰδοῖ καὶ φόβῳ διεγείρει αὐτούς.

319

413. ἀποκηδήσαντε] ἀφροντιστήσαντες, ἀμελήσαντες.

419. τὸ γενικώτερον προέταξεν, ὅτι ἦν στενὴ ὁδός· εἶτα ἐπάγει ῥωχμὸς ἔην, ὅ ἐστι χάσμα ἐκ ῥύακος γεγενημένον. στεῖνος δὲ στέ- νωμα κοιλάδας ἔχον περικειμένας. βαρύνεται δὲ τὸ στεῖνος ὡς τὸ μάκρος.

420. ῥωχμὸς ἔην] ἔκρηξίς τις ἦν μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξιᾷ Μενέλαος ἤλαυνεν.

422. ἁματροχιάς] τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν.

*Πορφυρίου. οὐ δεῖ δυσχεραίνειν εἰ τῶν νῦν παιδευτῶν τοὺς πολλοὺς λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁματρο- χιάν. ἔστι δὲ ἁματροχιὰ τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον. ἁρμα- τροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρʼ Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγησαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχιὰ παρίστησιν ἐπὶ τοῦ Μενελάου λέγων “τῇ ῥʼ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων.” ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς καὶ τὴν ῥῆξιν, τὴν συνέμπτωσιν τοῦ δρόμου φυλατ- τόμενος. τοῦτο γὰρ μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο, εἰπὼν (Il. 15, 635) “αἰὲν ὁμοστιχάει.” καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆς τροφοῦ καὶ συμβαδίζοντος μετὰ δρόμου αὐτή φησι (Od. 15, 450) “παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω, κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε,” τουτέστιν ἤδη μοι ἔξω συντρέχειν δυνάμενον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· “ἡ δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.” ἁματροχιὰ μὲν οὖν οὕτως. μετὰ δὲ τοῦ ρ, ἁρματροχία, ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸς πάλιν παρί- στησι λέγων “οὐδέ τι πολλὴ γίνετʼ ἐπισσώτρων ἁρματροχίη κατό- πισθεν ἐν λεπτῇ κονίῃ” (504)· διὰ γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος φησίν. ἐξηγή- σατο δὲ πῶς γίνεται ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλίμαχός φησιν “ἀλλὰ θεόν- των ὡς ἀνέμων οὐδεὶς εἶδεν ἁματροχιάς.ʼ βούλεται μὲν γὰρ εἰπεῖν ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχιαὶ δὲ οὐ [*](9. *Πορφυρίου] om. 24. ἤδη μοι Bekkerus] ἴδοιμι 27. τροχῶν] τρόχων)

320
δηλοῦσι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλʼ αἱ μετὰ τοῦ ρ λεγό- μεναι ἀρματροχίαι.

424. ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δοὺς, ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον, καὶ φθάσῃ ἐπί τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος τὸν ἀσφαλέστερον ἤλαυνε δρόμον.

426. ἀφραδέως] ἀπείρως· οὐ γὰρ οἶδεν ὅτι κακουργεῖ. ἄνεχʼ] ἄνω ἔχε, μὴ ἐπίκεισο.