Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

91. πολλὰ λισσομένω] σημαίνει ὅτι πολλὰ παραλέλοιπεν, ἃ προσε- πινοεῖν δεῖ.

ἔστι γὰρ θρασὺς μὲν καὶ ἕτοιμος, ἀλόγιστος δὲ καὶ ἀμετά- βλητος.

93. χειῇ] ἐπὶ μὲν τῶν ἄλλων ζῴων ξυλόχους τε καὶ εὐνάς φησι· δύναται γὰρ καὶ ἕτερα ζῷα χωρῆσαι. νῦν δὲ χειὰν, τὴν αὐτὸν μόνον χωροῦσαν καὶ τρόπον τινὰ ἔλυτρον αὐτοῦ οὖσαν· “οὐδὸς ἀμφοτέρους [*](10. ἀπὸ Vill.] ὑπὸ 17. οὐκ ἰών Vill.] οὐχὶ ὤν)

287
ὅδὲ χείσεται” (Od. 18, 17). ἢ ὅτι δίκην ὕδατος ἐκχεῖται εἰς αὐτὴν τὸ θηρίον. ἀγριώτερα δὲ τὰ ἐν ἐρήμῳ γεννώμενα. φησὶ δὲ ἐν τῷ ς΄ περὶ ζῴων Ἀριστοτέλης ἐσθίοντα αὐτὸν μύρμηκας ἢ κανθαρίδας ἰοῦ πληροῦσθαι πλείονος τοῦ ἐμφύτου καὶ ἐρεθίζεσθαι καὶ λυσσᾶν, ἐπι- θυμοῦντά που ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν.

*ὀρέστερον] ὁ ἐν ὄρει διατρίβων.

95. σμερδαλέον δέ] εἰκαστικὸς ὁ λόγος· βλέπων γὰρ χαλεπὸν, ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν· γίνεται γὰρ ἐπὶ τῇ μάχῃ αὐ- τοῦ τεθηγμένου ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς καὶ ὁ συριγμὸς σφόδρα φοβερὸς καὶ τὸ βλέμμα δεινὸν καὶ ὕφαιμοι οἱ ὀφθαλμοί. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης καὶ εὐτολμίας, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος πρὸς κατάπληξιν.

97. πύργῳ ἔπι προὔχοντι] παρὰ τὸ προέχον τοῦ πύργου, ὡς νείατον ἀνθερεῶνα καὶ νείαιραν γαστέρα. ἡ δὲ ἐπί ἀντὶ τῆς παρά. ὑπονοητέον δὲ τὴν οἰκοδομὴν κάτωθεν οὖσαν πλατεῖαν καὶ καταλή- γειν εἰς στενόν. προὔχοντα δὲ τὸ προέχον τοῦ πύργον λέγει.

99. ὦ μοι ἐγών] διαπόρησις ὁ τρόπος. δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι κακὸς ὑπὸ κακωτέρου ἀπόλλυται. καὶ ἔστιν ὁ λογισμὸς γενναίου μὲν φρονήματος, ἄφρονος δὲ μᾶλλον· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι.

100. ἀναθήσει] ἀντὶ τοῦ περιάψει. καὶ πάλιν ἐκ τοῦ ἐναντίου “ἀγάλματʼ ἀνῆψεν” (Od. 3, 274) ἀντὶ τοῦ ἀνατέθεικεν. Ἀττικοὶ δέ φασιν ἀναθεῖναι τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἱ δὲ ἀντὶ τοῦ αὐξήσει.

101. τὸ ἑξῆς, ὅς μʼ ἐκέλευε νύχθʼ ὕπο τήνδʼ ὀλοὴν Τρωσὶ ποτὶ πτόλιν ἡγήσεσθαι. στικτέον δὲ εἰς τὸ ὀλοήν· ἐὰν γὰρ συνάψωμεν, ἐναντίον φαίνεται· οὐ γὰρ νυκτὸς ωρμησεν Ἀχιλλεὺς, νυκτός μέντοι ὁ Πολυδάμας συνεβούλευσεν (Il. 18, 254).

105. καὶ Τρῳάδας] τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα.

106. κακώτερος] ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. ἔθος δὲ τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα, καὶ τοῖς μείζοσιν ἀνιαρὸν τὸ ὑπὸ ἐλασσόνων κακολογεῖσθαι.

110. ἠέ κεν αὐτῷ ὀλέσθαι] οἰωνίζεται νῦν ἐν κινδύνῳ ὢν τῶν δυσ- χερῶν τι καὶ τῶν καλῶν.

[*](8. τῇ μάχη] τὴν μάχην Valcken. p. 72.)
288

πρὸ πόληος] ὑπὲρ τῆς πόλεως· ὑπὲρ αὐτῆς γὰρ ἀγωνίζεται.

111. εἰ δέ κεν] ἤρτηται μέχρι τοῦ (122) “ἀλλὰ τίη μοι ταῦτα,” καὶ οὐκ ἔχει ἀνταπόδοσιν. ἤτοι οὖν διαπορητικός ἐστιν ὁ λόγος· ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν καὶ τὰ καὶ τὰ ποιήσω· λέγει δὲ ἀποθέσθαι τὰ ὅπλα, ὅπως μὴ δοκῇ ὡς πολεμίῳ προσιέναι· ἢ ἵνα μὴ διὰ τῆς θέας τῶν ὅπλων ἐπʼ αὐτὸν ὁρμήσῃ. ὅσον δέ ἐστιν ἐν ταῖς νίκαις ἀφόρητος, τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπει- νός. ἄλλως τε τὸ μὲν ἀπόντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι τὰ ἄριστα γενναίου.

118. ἅμα δʼ ἀμφὶς ἄλλʼ ἀποδάσεσθαι] ἅμα τῇ προτέρᾳ ὑπο- σχέσει καὶ ἕτερα, χωρὶς ὡν Ἀλέξανδρος ἥρπασεν. οἱ δὲ τὸ ἀμφίς ἀντὶ τοῦ δίχα, ὅ ἐστιν εἰς δύο· ταύτην δὲ τὴν ἀντέκτισιν ἴσως ποινὴν Ἀγαμέμνων καλεῖ.

119. μετόπισθε] μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν. γερού- σιον δὲ σεμνὸν, ἢ τὸν τοῖς γέρουσιν ὀφείλοντα προτείνεσθαι. τὸ δὲ Τρωσίν ἀντὶ τοῦ παρὰ Τρώων.

123. διὰ τοῦ ἰών ἐδήλωσεν ὅτι τὸ ἵκωμαι ἀντὶ τοῦ ἱκετεύσω, ὡς τὸ “τὴν ἱκόμην φεύγων.” ἀνάπαλιν δὲ ἐκεῖ “ἐς Πηλῆʼ ἱκέτευσεν” (Il. 16. 574) ῆτοι ἦλθεν.

124. αἰδέσεται] μετὰ αἰδοῦς ἀποδέξεται.

γυμνὸν ἐόντα] τοῦτο γὰρ αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν ὅπλων ἀποθανεῖται.

126. * οὐκ ἔστι, φησίν, ἄντικρυς Ἀχιλλέως μύθους διηγεῖσθαι, ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ ἀρχαῖοι νομαδικῷ βίῳ χρώ- μενοι μηδέπω οἰκίας κεκτημένος ἀναίδην ἀλλήλοις ἐπιπλεκόμενοι εἰς κοῖλα τῶν δρυῶν καὶ τῶν λίθων ἐξετίθεσαν τὰ γεννώμενα βρέφη. εὑρίσκοντες δέ τινες ταῦτα ἐνόμιζον ἐκ τούτων γεγεννῆσθαι, αἱ τί- κτουσαι γυναῖκες ἀνέτρεφον τὰ ἐκτιθέμενα παρὰ τούτων βρέφη ἐν τοῖς κοιλώμασι τῶν δρυῶν καὶ πετρῶν. τοῦτο δὲ καὶ κατὰ τὴν Ὀδύσ- σειαν ἐμφαίνει· “οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου” (Od. 19, 163) καὶ τὰ ἑξῆς.

127. ληρῶδες ἀρχαιολογίας διηγεῖσθαι, ἀπὸ τοῦ τὸ παλαιὸν ὀρει- νόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι· ἢ χρησμοὺς διηγεῖσθαι· [*](23. ἄντικρυς Bekk.] ἀντικρὺ fuit: v. Valcken. p. 73. 30. παλαιφιάτου] *παλαιφάγου, 32. ληρῶδες Cobetus] ληρώδεις quae aliorum librorum scriptura)

289
Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών. ἢ περιττολογεῖν ἀπὸ τῶν περὶ τὰς δρῦς φύλλων καὶ τὰς πέτρας κυμάτων. καλῶς δὲ τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμιλίαις παραβάλλει μύθοις παλαιοῖς τερπομένων- διὰ δὲ τὴν πολυλογίαν τῇ ἀναλήψει ἐχρήσατο.

129. ἔριδι ξυνελαυνέμεν] εἰς ἔριν ἢ μετʼ ἔριδος συμβαλεῖν.

130. εἴδομεν] λείπει τὸ ἵνα. καίτοι δὲ προλογισάμενος οὐ μένει τὴν θέαν Ἀχιλλέως, ἀλλὰ νικᾶται τῷ πάθει.

131. ὁ δέ οἱ σχεδὸν ἦλθεν] ὑφʼ ἓν πάντα πράττεται. οἱ μὲν δέονται, ὁ δὲ διαλογίζεται, ὁ δὲ ἔπεισιν. ἅμα δὲ πάντα λέγειν ἀδύνατον.