Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

60. γήραος οὐδῷ] ἐξόδῳ τοῦ βίρυ, ἐφʼ ᾧ ἤδη ὁ βίος ἐπεραιώθη καὶ διεξελήλυθεν ἐξ αὐτοῦ.

62. ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· “ἄν- δρας μὲν κτείνουσι, πόλιν δέ τε” (Il. 9, 593). καὶ μὴ γράψας δὲ τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παραλαβών. ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις δαιμονίως μείζων πάντων, καὶ τοῖς ἀνδράσιν ἐπιφθονωτέρα. πάντα δὲ ὑπʼ ὄψιν ἤγαγεν ἐν βράχε, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει, οὐδὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους· ἀλλ’ ἀπήλλακται τῶν ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων.

63. κεραιζομένους] ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς κέρασι βαλλόντων ζῴων· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον καλοῦμεν.

65. νυούς] τὰς τῶν υἱῶν γυναῖκας.

66. περισσὸς ὁ ἄν. πρώταις δὲ θύραις ταῖς αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον. πρώταις ὡς πρὸς τὰς ἔνδον. καὶ τὸ πύματον δὲ πολ- λῆς οἰκτρότητος, οἷον θεασάμενον πάντα τὰ προκείμενα δεινά.

67. ὠμηστής καὶ ὀρχηστής παραγωγὰ, οὐ σύνθετα. τὸ δὲ ἐρύου- σιν ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. οἰκτροτάτη δὲ ἡ μετὰ θάνατον αἰκία· καὶ ὅτι οὐδὲ ἐν τοῖς βασιλείοις ταφήσεται, ἀλλʼ ἔξω που ῥιφήσεται.

68. ῥεθέων] τῶν μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζεταί τι· Αἰολεῖς δὲ τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους [*](19. δαιδαλέους] δαιδαλαίους ῥεθομαλίδαι est apud Suidam. Sed 34. τοὺς] *τάς: sed masculinum probabilius est femininum.)

285
φασί. Διονύσιος δὲ καὶ νῦν τὸ πρόσωπόν φησι δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος (Il. 14, 518) “ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλήν.”

69. Ἡρωδιανὸς θυραωρούς γράφει· πύλας γὰρ ἐπὶ πόλεώς φασι. παλαιὸν δὲ ἔθος τηρεῖσθαι κυσὶ τοὺς πυλῶνας, ἵνα βαΰζοντες δηλοῖεν τοῖς ἔνδον τοὺς ξένους.

70. ἀλύσσοντες] ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις συμβαίνει κυσὶν, ἐπὴν γεύσωνται σώματος. οἱ δὲ, ἐν ἄλῃ ἰόντες, ὡς τὸ “ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο.” οἱ δὲ παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, ὁμοίως τῷ “κυνῶν μέλπηθρα.”

71. νέῳ δέ τε πάντʼ ἐπέοικεν] δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκασθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας ὑφίστατο θάνατον. διό φησι σαφηνί- ζων τὸν νοῦν “πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ,” ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵνʼ ᾖ, πάντα δὲ τὰ τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές. σὺ δὲ, φησὶ, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους.

75. αἰδώς ἐστιν ἡ ἀπὸ τῆς τοῦ σώματος ὄψεως αἰσχύνη.

77. πολιάς] ὅρα πῶς εἰς αὐτὰ λήγει ἀφ’ ὧν ἤρξατο· “ᾤμωξεν δʼ ὁ γέρων, κεφαλὴν δʼ ὅγε κόψατο χερσίν.—ἦ ῥʼ ὁ γέρων, πολιὰς δʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ τίλλων ἐκ κεφαλῆς” (33— 78).

79. μήτηρ δʼ αὖθʼ ἑτέρωθεν] παθητικὰ ταῦτα, καὶ κόρον φέροντα τῷ μήκει· διὸ ταμιεύεται τὴν Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ Ἕκτορι, ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρῆνοι ὦσιν.

80. γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· καὶ “αἶγας ἀνιε- μένους” ἀντὶ τοῦ γυμνοῦντας καὶ ἐκδέροντας. κινητικὸν δὲ καὶ γρα- φικὸν τὸ σχῆμα. ἔδειξε δὲ ὅσον φιλοτεκνότεραι γυναῖκες· ὁ μὲν γὰρ περὶ ἑαυτοῦ δέδιεν, ἡ δὲ περὶ παιδὸς καὶ ἄνω καὶ κάτω βοᾷ “φίλον θάλος, ὃν τέκον αὐτή” (87), τῶν ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. παρατηρητέον δὲ καὶ τὸ σχῆμα τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον. ἀποκαλύπτει δὲ ὡς ἀπὸ τοῦ κόλπου [*](5. φασι Ven. 458] φησι 32. θάλος] θάλος καὶ)

286
τὰ γεννήσαντα καὶ θρέψαντα μέρη. ἐλέγετο δὲ κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· ὅθεν καὶ προκόλπιον· περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυντο.

82. τέκνον ἐμόν] οὐκ ἀρκεῖται τῷ τέκνον, ἀλλὰ τὸ ταραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς παρασκευάζει αὐτὴν καὶ τὸ ἐμόν προσθεῖναι. τὸ δὲ αἴδεο ἀντὶ τοῦ ἀπόδος τούτοις τὴν χάριν ὑπὲρ ὧν σοι ἐποί- ησαν.

83. αὐτήν] εἰ μὴ σαυτὸν, φησὶν, ἐλεεῖς καὶ τῆς σῆς φροντίζεις ζωῆς, ἐμὲ αὐτὴν τὴν γεννήτριαν καὶ τροφὸν ἐλέησον. συναπτέον δὲ μέχρι τοῦ ἐπέσχον, καὶ ἀπὸ ἄλλης ἀρχῆς τὸ εἴ ποτέ τοι λαθι- κηδέα μαζὸν ἐπέσχον· μετὰ δὲ τὸ ἐπέσχον ὑποστιγμή.

84. φίλε τέκνον] πρὸς τὸ σημαινόμενον ὑπήντησε. τὸ δὲ ἄμυνε ἀντὶ τοῦ ἀμύνου. ἱκανὰ δὲ ταῦτα πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι τῆς μάχης αὐτῷ συμβουλεύει, ἀλλὰ μετὰ ἀσφαλείας ἀπομάχεσθαι.

ἄκρως δὲ τῶν φυσικῶν ὀνομάτων οὐκ ἀφίσταται, Ἕκτορ, φίλον τέκνον, φίλον θάλος, ὃν τέκον αὐτή.

85. ἐών γραπτέον, οὐκ ἰών. πρόμος δὲ ὁ πρὸ τῶν ἄλλων μαχό- μενος, οὐχ ὁ βασιλεύς.

86. σχέτλιος] ὁ πολλῶν ἡμῖν αἴτιος κακῶν. ἐπιφωνήσεις δὲ πολλὰς καὶ ποικίλας ἀπαιτεῖ τὸ πάθος.

88. οὐδʼ ἄλοχος] φίλοικτον χρῆμα γυνή. καὶ τοῦτο μέγα τοῖς τεθνεῶσιν ᾤοντο. πολύδωρος δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ τοῖς συγγενέσιν ἐδίδοτο.

τὸ μέγα νῦν ἐπὶ τόπου. οἶδε δὲ αὐτὸν τοῦτο μάλιστα δεδοικότα, τὴν τοῦ σώματος ἀπώλειαν· διὸ καὶ εἰς μέσον αὐτὸ ἤγαγε· φησὶ γὰρ οὗτος πρὸς Αἴαντα “οἴςαδʼ ἐμὸν σῶμα δόμεναι πάλιν” (Il. 7,79).