Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
371. δημώδους πλήθους τὸ ἔργον· συνέχονται γὰρ δύο πάθεσιν, ἐκπλήξει τε καὶ μίσει. αὔξεται δὲ διὰ τούτου ἡ ἀρετὴ τοῦ κειμένου.
373. ἦ μάλα δή] σαρκαστικὸς ὁ λόγος, ὅταν ἐν ἐπαίνῳ λεγόμενος ψόγον ἔχῃ. ὡς τὸ “ἦ μάλʼ ἐλαφρὸς ἀνήρ” (Il. 16, 745).
375. καὶ οὐτήσασκε παραστάς] ἅμα λέγοντες ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος.
378. Ἑλληνικῶς κοινοποιεῖται τὴν νίκην, τὸ συμμαχικὸν ἀναζω- πυρῶν. οἴχεταὶ φησι τοῖς Τρωσὶ τὰ πράγματα μετὰ τελευτὴν Ἕκτορος.
379. παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέβειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται. τὴν δὲ αἰτίαν τοῦ πράγματος προὔθηκεν· ἔδει γὰρ εἰπεῖν δεῦτε πειραθῶμεν εἰ καταληψόμεθα τὴν πόλιν, ἐπειδὴ τόνδε ἄνδρα.
381. ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν] στρατηγικῶς μὲν τὸν καιρὸν συνίησι, καταπλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων· φιλοστόργως δὲ μετάγεται, τὸ φιλέταιρον προθεὶς τοῦ φιλοτίμου.
390. αὐτὰρ ἐγὼ καὶ κεῖθι] κάλλιστα πρὸς φιλεταιρίαν τὰ ἔπη καὶ φίλοις ἀναγινώσκειν ἁρμόδια.
391. οὐ μόνον συμποτικὴ καὶ μετ’ ὀρχήσεως ἡ πάλαι μουσικὴ, ἀλλὰ καὶ εἰς θρήνους ἐπιτηδεία. πῶς δὲ τὸν πολέμιον Ἀπόλλωνα ὑμνεῖ; οὗ ὁ ὕμνος. ἢ ὡς Τρῶες Ἀθηνᾶν εὐμενίζονται (Il. 6, 87), οὕτως οὗτος τὸν θεόν· οὐδεὶς γὰρ ἐχθρὸς εἶναι δύναται θεῷ. ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιὰν, οὐ πάντως δὲ ἀεὶ εἰς αὐτὸν ᾀδόμενος.
395. ἀεικέα] χαλεπὰ καὶ αἰκιστικὰ, ἢ ἀπρεπῆ. μήδετο δὲ ἀντὶ τοῦ εἰργάζετο.
397. *ἐς σφυρὸν ἐκ πτέρνης] διὰ τί Ἀχιλλεὺς θανόντα σύρει τὸν Ἕκτορα; λέγομεν οὖν ὅτι οὐ διʼ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα
ἐκ τῶν σφυρῶν καὶ τοῦ κάτω μέρους τῆς πτέρνης ἐτρύπησεν, ὥστε ὑπολύσασθαι τὴν ἀγκύλην.
402. πίτναντο] ἐξεπετάννυντο καὶ πρὸς γῆν ἥπλωντο.
406. τίλλε κόμην] οὐ λειποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προσέπεσε τὸ πάθος.
408. ἐπὶ μὲν ἄρρενος ᾤμωξεν, ἐπὶ δὲ τῆς θηλείας κώκυσεν· ἡ μὲν γὰρ ἄναρθρος, ὁ δὲ μετὰ λόγου. καὶ ἑξῆς “κωκυτῷ τʼ εἴχοντο” γυναῖκες δηλονότι “καὶ οἰμωγῇ” ἄνδρες.
410. *ὁ λόγος τοιοῦτος· τοιούτῳ θρήνῳ ὅμοιον ἦν ὥσπερ εἰ κατε- φλέγετο ὑπὸ τοῦ πυρὸς ἡ Ἴλιος ἅπασα.
411. σμύχεσθαι τὸ ἐκ τοῦ κατʼ ὀλίγον αὔξεσθαι τὸ πῦρ μὴ τρε- πόμενον ἐς φλόγα.