Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

184. ἐθέλω δέ τοι ἤπιος εἶναι] ταυτὸν ἡ παρὰ θεοῖς εἱμαρμένη ὃ νόμος παρὰ ἀνθρώποις. ὡς οὖν ὁ παρʼ ἡμῖν κριτὴς οὐ παρανόμως δικάζει, οὐδὲ Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ καὶ ἠπιότητος [*](5. ποδωκίστατος] ποδωκέστατος Vill. 20. *Πορφυρίου] om.)

292
χάριν καὶ βιάζεσθαι σπουδάζομεν τὸν νόμον. τοῦτο δέ φησι καὶ Ζεὺς, ὅτι ᾔδειν τὸ δίκαιον τῆς εἱμαρμένης, διὰ δὲ τὸ ἤπιον τοῦτο εἶπον· ἵνα ᾖ ὁ τοί σύνδεσμος παραπληρωματικός.

185. ἐρώει] μὴ ἀποχώρει, ὡς τὸ “ἐρωῆσαι πολέμοιο (Il.13,776).

189. ὄρεσφι] διʼ ὀρέων ἢ ἐν ὄρεσι. περισσὸν δὲ τὸ ἐλάφοιο· ὁ γὰρ νεβρὸς ἐπὶ ἐλάφου μόνον, ὡς καὶ ὁ μόσχος ἐπὶ βοὸς καὶ ὁ πῶλος ἐφʼ ἵππου λέγεται.

190. ἀντὶ τοῦ διʼ ἀγκῶν καὶ βησσῶν, ὡς τὸ “διά τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10, 298). τοῦ δὲ ὅρους τὰ μὲν ἀνωτάτω ἀκρώ- ρειαι, τὰ δὲ ὑψηλὰ σκοπιαὶ, τὰ δὲ προνενευκότα πρῶνες, τὰ δὲ κεκλι- μένα κλιτύες, τὰ δὲ βάσιμα βῆσσαι, τὰ δὲ κοῖλα ἄγκη, τὰ δὲ σύνδενδρα νάπαι, τὰ δὲ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ ταῖς πρυμνω- ρείαις πεδιὰς παρόριον.

191. καταπτήξας] ὑποπεσών. θάμνῳ δὲ τῇ συμφυάδι τῶν μι- κρῶν δένδρων, παρὰ τὸ θαμινόν. ἔμπεδον δὲ τὸ ἀνενδότως. τινὲς δὲ εἰς τὸ ἐναποτετυπωμένον ἴχνος ἐν τῷ πεδίῳ ἀπὸ τῆς βάσεως τοῦ νεκροῦ.

193. ὣς Ἕκτωρ οὐ λῆθε] ἡ παραβολὴ πρὸς τὴν δίωξιν μόνον· οὐδὲ γὰρ κρύπτεται ὁ Ἕκτωρ. ἢ ὅτι καὶ αὐτὸς καιρὸν παρεφύλαττεν ὑποφυγεῖν εἰς τὴν πόλιν, ὡς ὁ νεβρὸς εἰς τὸν θάμνον.

194. ὁσσάκι δʼ ὁρμήσειε] ὁσάκις ἂν κατὰ τὰς πύλας γενόμενος Ἕκτωρ ἐλογίζετο παρεισδῦναι εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ, τοσάκις τὸν ἔνδον ἔχων δρόμον Ἀχιλλεὺς ἐδίωκεν αὐτὸν εἰς τὸ πεδίον.

197. τοσσάκι μιν προπάροιθεν] πρῶτος αὐτοῦ γινόμενος πρὸς τὴν πόλιν ἀπέστρεφεν εἰς τοὐπίσω. ἐπὶ χρόνου δὲ τὸ προπάροιθεν.

199. τὸ ἄπρακτον θέλει δηλῶσαι· ὡς γὰρ ἐκεῖνα φαντασία καὶ οὐκ ἀλήθειά εἰσιν, οὕτω καὶ οὗτοι οὐδὲν ἤνυον, οὕτε οὗτος τὸ φεύγειν οὕτε οὗτος τὸ καταλαβεῖν· δοκοῦν γὰρ ἑκάτερον γενέσθαι οὐδέτερον γίνεται. καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν ἦλθε, τῷ ὑποφεύγειν ἀντιθεὶς τὸ ἀλύξαι καὶ τῷ διώκειν τὸ μάρψαι.

205. λαοῖσι δʼ ἀνένευε] Μεγακλείδης πλάσμα εἶναί φησι τοῦτο τὸ μονομάχιον· πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς ἀπέστρεφεν;

208. τὸ τέταρτον] Διοκλῆς φησὶν ὅτι συμβαίνει τῷ κύκλῳ περι- τρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι. τρεῖς γὰρ ποιήσαντες [*](10. κεκλιμένα Vill.] κεκαυμένα hic 15. θομινόν] θαμεινόν et supra p. 251, 9. 22. τοσάκις] τοσάκις)

293
κύκλους τοῦτον ποιοῦσι τέταρτον. φασὶ δὲ τὸν παλαιὸν τῆς Τροίας περίβολον ἑξήκοντα σταδίων εἶναι.

209. δύο κῆρε] κῆρας τὰς μοίρας λέγει, οὐ τὰς ψυχὰς, ὡς ἐξεδέ- ξατο φαύλως Αἰσχύλος· ἐπάγει γὰρ τὴν μέν, τὸ κέαρ δὲ λέγεται οὐδετέρως ἐπὶ τῆς ψυχῆς. ὡς δὲ οἱ καταδικάζοντες τὴν ψῆφον ἐπι- φέρουσιν ὑπὲρ τοῦ κυρῶσαι, οὕτως καὶ ὁ Ζεὺς τῷ ζυγῷ χρῆται.

213. ᾤχετο δʼ εἰς Ἀΐδαο] ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος.

216. νῶϊ] ἀντὶ τοῦ ἡμᾶς.

218. δηϊώσαντε] καταπολεμήσαντας.

221. προπροκυλινδόμενος] πρὸ τοῦ Διὸς προκυλινδόμενος. ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· “κυλινδόμενος κατὰ κόπρον” (414). τινὲς δὲ προασπίζων τοῦ Διός.

222. ἄμπνυε] ἐν σεαυτῷ γενοῦ καὶ τὸ πνεῦμα συνάγαγε.

227. Δηϊφόβῳ εἰκυῖα] οὗτος γὰρ μετὰ θάνατον Πάριδος ἡγήσατο τῆς στρατιᾶς. ὡς δῆθεν δὲ συμμαχήσων ἔρχεται.

ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλ- λωνι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ καὶ Ἀχιλλεῖ.

229. ἠθεῖʼ] σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· “ἀλλά μιν ἠθεῖον καλέω” (Od. 14, 147) ἀντὶ τοῦ ὡς πρεσβύτερον ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρεσβύ- τερον εἶναι τὸν Ἕκτορα.

234. γνωτῶν] γνωτὸς ὁ ἀδελφὸς παρὰ τὸ πλέον τῶν ἄλλων γνω- ρίζεσθαι.