Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

141. πάλιν φοβεῖται ἀντὶ τοῦ φεύγει. ὕπαιθα δὲ ἀντὶ τοῦ ἔμπροσθεν ἢ ἐκ πλαγίου.

ὀξὺ λεληκώς] ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπιπτήσεις ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ λεληκέναι ὡς τὸ κλάζειν.

145. σκοπιὴν καὶ ἐρινεόν] οὐ τὸν ὄντα πρὸς τὸ τεῖχος, ἀλλʼ ἐπὶ τὸ σῆμα τοῦ Ἴλου.

146. τὸ ἑξῆς, κατʼ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. βραχύ δὲ διασταλτέον μετὰ τὸ ὑπέκ. ἐμφαντικώτατα δὲ κεῖνται αἱ προ- θέσεις. δηλοῦσι γὰρ τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπεύδοντα, τὸν δὲ ἐξωθοῦντα αὐτόν. ἀμαξιτὸς δὲ ἡ λεωφόρος καὶ βασιλικὴ ὁδός.·

147. κρουνοὶ καλοῦνται καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ κρούσεως νάοντες χειμάρροι. νῦν δὲ αἱ τῶν πηγῶν ἀπόρροιαι· ὁ γὰρ Σκάμανδρος κατὰ ἀνατολὰς τῆς Ἴδης ῥεῖ, πρὸ τριῶν τῆς Ἰλίο

290
σταδίων, ὑπόγειος δὲ γινόμενος ἐν Ἰλίῳ δύο ἀναδίδωσι πηγὰς, ἀφʼ ὧν οἱ κρουνοί. εἰς δὲ τὸ Σκαμάνδρου λείπει ἡ ἀπό, ἵνʼ ᾖ ἀπὸ Σκα- μάνδρου. δαιμονίως δὲ τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλʼ ὥσπερ διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησὶν, αὐτὸς δὲ ψυχαγωγεῖ τῇ ἐπεισαγωγῇ τῆς ἀφηγήσεως τὸν ἀκροατήν.

*Πορφυρίου. ζητοῦσί τινες πῶς τὸν Σκάμανδρον ἀπὸ τῆς Ἴδης εἰπὼν ῥεῖν (κατηρίθμητο γὰρ δῖός τε Σκάμανδρος τοῖς ἀπʼ Ἰδαίων ὀρέων ἅλαδε προρέουσιν Il. 12, 19. 21) ὕστερόν φησιν “κρουνὼ δʼ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσιν Σκαμάνδρου δινή- εντος,” ὑπὸ τὸ τεῖχος τὰς πηγὰς τοῦ Σκαμάνδρου λέγων ῥεῖν· μά- χεται γὰρ δὴ τὸ ἐν τῷ πεδίῳ ὑπὲκ κατʼ ἀμαξιτὸν τὰς πηγὰς εἶναι τοῦ Σκαμάνδρου τῷ ἐκ τῆς Ἴδης αὐτὸν λέγοντι ῥεῖν. λύεται δὲ ἐκ τῆς παραλείψεως τῆς ἔξ. ἔστι γὰρ τὸ πλῆρες, ὅτι πηγαὶ δύο ἐκ τοῦ Σκαμάνδρου ἀνίασι κατὰ τὸ πεδίον, ἀλλʼ οὐχ ὅτι τοῦ Σκαμάν- δρου εἰσὶν αἱ ἐν τῷ πεδίῳ πηγαί.

149. ὕδατι λιαρῷ ῥέει] ἀντὶ τοῦ περιρρέεται τῷ ὕδατι. προσ- ληπτέον δὲ τὸ χειμῶνι.

152. χιόνι ψυχρῇ] ψυχροτέρα γὰρ χαλάζης χιών· καὶ θέρους γὰρ γίνεται χάλαζα. ὁ δὲ κρύσταλλος καὶ τῆς χιόνος ψυχρότερος.

154. καλοὶ λαΐνεοι] ἐκ καλῶν λίθων γεγονότες, ἢ διαυγὲς ὕδωρ ἔχοντες.

157. διώκων] ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύγοντός τινος κατόπιν ἐπι- τρέχοντος τίθησιν.

159. βοείην] τὸ παλαιὸν γὰρ ἐν ἀγῶνι βύρσας ἐδίδουν ἔπαθλα. καὶ ἱερεῖον μὲν πᾶν θῦμα, ἰδίως δὲ παρὰ Ἀττικοῖς τὸ πρόβατον. ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι.

161. ἐλεεινὸν τὸ πρᾶγμα· τὸ θατέρου γὰρ ἴδιον κοινὸν ἆθλον ἦν ἀμφοτέρων, τοῦ μὲν, εἰ ἐκφύγοι, τὸ ἴδιον ὡς ἆθλον ἔχοντος, τοῦ δὲ, εἰ προφθάσοι, τὸ ἐκείνου λαμβάνοντος.

162. ὡς δʼ ὅτʼ ἀεθλοφόροι] οὐχ ἀπλῶς δρόμον ἵππων παρέλαβεν, ἀλλ ἀγωνιστῶν, καὶ οὐ καθολικὸν δρόμον, ἀλλὰ τὸν περὶ τὰ τέρ- ματα, ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης. ἴδε δὲ τὸ ἆθλον, ὅτι μέγα· ὡς περὶ μεγάλων γὰρ πάσῃ προθυμίᾳ χρῶνται.

163. ῥίμφα] λίαν ταχέως, μετʼ εὐμαρείας.

[*](6. *Πορφυρίου] om. 17. τὸ Bekk.] τῷ 28. ἐκφύγοι Bekk.] ἐκφύγῃ)
291

164. κατατεθνειῶτος] ἡ κατά ἀντὶ τῆς ἐπί, ἐπὶ ἀνδρὸς τεθνεῶτος. οὐκ οἶδε δὲ στεφανίτας, ἀλλʼ ἐπιταφίους ἀγῶνας.

165. περιδινηθήτην] δίκην τόρνου περιεστράφησαν. τὸ τάχος δὲ καὶ τὸ εἰς μίαν τρέχειν αὐτοὺς γραμμὴν διὰ τούτου δηλοῦται. πῶς δὲ, φασὶν, ὁ ποδωκίστατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα· καὶ ὅτι ὁ μὲν Ἀχιλλεὺς ἄριστός ἐστι πλὴν κέκμηκεν ὑπὸ Ξάνθου καὶ Ἀγήνορος· ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει. οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋπο- τρέχοντι καὶ παρεκκλίνοντι τὸν Ἕκτορα.

168. τὸ διωκόμενον ἀντὶ τοῦ διώκοντα. ἄτοπον γὰρ μεμνῆσθαι Ἕκτορος, μή γε μὴν Ἀχιλλέως.

170. Ἕκτορος] λείπει ἡ περί.

ὅς μοι πολλὰ βοῶν] τοῦτο πρὸς τὴν ἡμετέραν εὐσέβειαν.

172. πόλει ἀκροτάτῃ] τῇ ἀκροπόλει, ὡς (Il. 5, 754) ἀκροτάτῃ κορυφῇ.

174. ἀλλʼ ἄγετε φράζεσθε] διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρχομένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς.

181. ἐπαινέομεν] εὖ τὸ μὴ εἰπεῖν μεμφόμεθά σοι.

183. * Πορφυρίου. ὁ νοῦς ἀσαφὴς, ὅντινα ἀγνοήσαντες ἠθέτησαν τὰ ἔπη. ἡ δὲ ἀσάφεια ἐκ τοῦ πρόφρονι· ἀπέδοσαν γὰρ ὡς δηλοῦν- τος τοῦ ποιητοῦ διὰ τοῦ πρόφρονι, οὐ κατὰ σπουδὴν ταῦτα ἀγορεύω. ἔστι δὲ οὐ τοῦτο, ἀλλὰ τῇ πρό κέχρηται ἀντὶ τῆς ὑπέρ συνήθως, ὡς ἐν τῷ “ἀεθλεύων πρὸ ἄνακτος ἀμειλίκτου” (Il. 24, 734) ἀντὶ τοῦ ὑπὲρ ἄνακτος, καὶ ἐν τῷ “χρείῃ ἀναγκαίῃ πρό τε παίδων καὶ πρὸ γυναικῶν (Il. 8, 57) ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ γυναικῶν βούλεται λέγειν. φησὶν οὖν καὶ ἐνταῦθα, οὐ καθʼ ὑπερφροσύνην οὐδʼ ὡς τύραν- νος λέγω ταῦτα. βούλομαι γὰρ ἤπιος εἶναι καὶ πρᾶος. καὶ ὁ τοί οὖν παραπληρωματικὸς, καὶ οὐκ ἀντὶ τοῦ σοί παρείληπται. πρέπουσα τοίνυν ἡ διάνοια ἄρχοντι, βουλομένῳ ἐνδείκνυσθαι βασιλικὴν ἠπιότητα καὶ οὐ τυραννικὴν ἀγριότητα· οἱ γὰρ ῥηθέντες μετʼ ἀπειλῆς λόγοι ὑπέρφρονα θυμὸν, καὶ ὃν ἐν ἄλλοις ἀγήνορα ἔφη, ἐνεδείκνυντο.