Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

150. τίς πόθεν εἶς ἀνδρῶν] πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, ὅτι τῶν ἄλλων φευγόντων οὗτος μόνος ἀντέστη.

155. δολιχεγχέας] καὶ πῶς ἐν τῷ καταλόγῳ (Il. 2, 848) ἀγκυ- λοτόξους αὐτούς φησιν; ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον, τὸ δὲ ἀκοντίζον. ἢ καὶ ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος. παρ- οξύνεται δὲ τὸ δολιχεγχέας ὡς εὐειδέας.

158. *δύναται καὶ τὸ γαῖαν μὴ τὴν γῆν λέγειν, ἀλλʼ ὄνομα κρήνης. φέρει δὲ τὸ ἔπος καὶ Εὔδοξος δίχα τοῦ ν· “Ἀξιοῦ κάλ- λιστον ὕδωρ ἐπικίδναται Αἶα·” πολλῶν γὰρ ποταμῶν ἐμβαλλόντων εἰς τὸν Ἀξιὸν θολερῶν, Αἶα ἡ κρήνη διαυγέστατον ἀνίησιν ὕδωρ.

162. *ἁμαρτῇ δούρασιν ἀμφίς] ἅμα ἀφῆκε δύο δόρατα.

ἀμφίς] δίχα· “τὼ δʼ ἀμφὶς φρονέοντε” (Il. 13, 345). “ζυγὸν ἐΐξοον ἀμφὶς ἐέργει” (ib. 706) ἀντὶ τοῦ εἰς ἑκάτερα διείργει· δηλοῖ οὖν τὸ ἐξ ἑκατέρου μέρους· περιδέξιος γὰρ ἦν. ἀμφίβολον δὲ πότερον ἁμαρτῇ ἀνέσχεν ἢ ἁμαρτῇ ἀφῆκε. τάχα οὖν ἀνέσχεν, οὐκ ἀφῆκεν.

τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασι. δύναται δὲ καὶ πελτάριον ἔχειν ὡς οἱ τοξόται.

163. περιδέξιος] τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, ὡς τὸ “περίεσσι γυναικῶν” (Od. 18, 247). οἱ δὲ μεγαλοδέξιος· τινὲς δὲ ἀμφιδέ- ξιος.

165. χρυσὸς γὰρ ἐρύκακε] οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. εἰ δέ φησιν ὅτι μέχρι τινὸς ἔρρηξεν, μέσος ἦν ὁ χρυσὸς, ὡς Πορφύριος. δύναται δὲ καὶ οὕτως εἶναι πρῶτος.

166. * ἐπιγράβδην] ἐπιξεστικῶς, ἄχρι μόνου τοῦ δέρματος.

167. οὐδέποτε Ἀχιλλεὺς τιτρώσκεται ἢ ὑπὸ μόνου τούτου.

169. ἡ μεταφορὰ ἀπὸ τοῦ “ἰθὺ βέλος πέτεται.” ἀπὸ δὲ τοῦ φοροῦντος τὸ πλεονέκτημα ἐπὶ τό φορούμενον μετήγαγεν. ἔστιν οὖν κατʼ εὐθὺ πετομένην.

172. μεσσοπαλές] μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ μετὰ βίας ἐκπεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶδες ὄν.

[*](11, Ἀξιοῦ—Ἀξιὸν] άξίου—ἄξιον)
262

179. σχεδόν] λείπει τὸ ἐλθών.

181. χολάδες] τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι. οἱ δὲ ὅτι τὰ ἔντερα τὴν ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἡ μὲν ξανθὴ, ὅθεν ἴκτερος, ἡ δὲ μέλαινα, ἀφʼ ἦς αἱ μελαγχολίαι.

185. παισίν] ἀντὶ τοῦ ἐκγόνοις· περιττεύει δὲ ὁ περ.

186. προπερισπαστέον τὸ φῆσθα· παρατατικοῦ γάρ ἐστιν, ὁ δὲ Τυραννίων βαρύνει ὡς ἐνεστῶτος.

190. ἁλιμοιρηέντων] κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρηνεῖν, ὅπερ καὶ ἐνταῦθα Ἀρίσταρχος οὐ καλῶς ὑπενόησε, διὰ ψιλοῦ γράφων τοῦ υ· δηλοῖ γὰρ τοὺς τὴν ἰδίαν μοῖραν εἰσβάλλοντας ἐν ἁλί.

192. μέγας, φησὶν, ἐστὶν ὁ ποταμὸς, εἴ γε δύναται καὶ χραι- σμεῖν, ἵνα μὴ στίζωμεν εἰς τὸ μέγας. εἰ δὲ ᾖ στιγμὴ εἰς τὸ μέγας, λέγει ὅτι εἰ δύναται χραισμεῖν, χραισμείτω.

194. Ἀχελώϊος] τῶν ἄλλων πάντων ποταμῶν μείζονα εἶναι λέγου- σιν Ἀχελῷον· ὅθεν καὶ κρείοντα αὐτὸν πρὸς τοὺς ἄλλους λέγει. ῥεῖ δὲ διʼ Ἀκαρνανίας καὶ Δωδώνης.

*ἐναντίον δὲ δοκεῖ τὸ ἅμα μὲν φάναι “Ξάνθου δινήεντος, ὃν ἀθά- νατος τέκετο Ζεύς,” ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι, “ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.” λύεται δὲ ἐκ τῆς λέξεως καθʼ ἕτερον· καὶ γὰρ τὸ πάντες δύναται λέγειν ἀντὶ τοῦ πλείους, καὶ ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς καὶ τὸ ῥεῦμα, ὥστε τὸν μὲν θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκεανοῦ· Ζεὺς γὰρ πατὴρ ἀν- δρῶν τε θεῶν τε.

* Ἡρακλῆς εἰς Ἄιδου κατελθὼν ἐπὶ Κέρβερον συνέτυχε Μελεά- γρῳ τῷ Οἰνέως, οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηϊάνειραν ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευόμενον τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμὸν, διεπά- λαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος· διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἱστορεῖ Πίνδαρος.

196. πᾶσα θάλασσα] δηλονότι ὅλη· ἢ ἐπεὶ πολλὰ πελάγη εἰσὶν, [*](25. *οὖ καὶ δεηθέντος] om. 26. *εἰς] δὲ εἰς 30. *Ἀμαλθείας] ἀμαλθίας)

263
Ἀτλαντικὸν, Λιγυστικὸν, Τυρρηνικὸν, Λιβυκὸν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, μέλας κόλπος, Εὔ- ξεινος πόντος, Κασπία, ἐρυθρά.

197. μακρά] βαθέα, ὡς τὸ ἐναντίον “ἠϊόνος προπάροιθε βαθείης” (Il. 2, 92) ἀντὶ τοῦ τῆς μακρᾶς. νάουσι δὲ τὸ βλυστάνουσιν.

203. ἐγχέλυες] χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οῦτε ἐξ ὀχείας γίνονται οὔτε σπερματικοὺς οὔθʼ ὑστερικοὺς ἔχουσι πόρους· οὐκ εἰς θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλʼ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόματα συνίστανται ἐν τῷ πηλῷ. ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι. φασὶ δὲ καὶ ἀλληλοφάγους αὐτὰς εἶναι, καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη. φησὶ δὲ ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον ἐσθίοντες αὐτόν· ἢ ὅτι μάλιστα τῶν ἄλλων ἰχθύων σαρκοφαγεῖ.