Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

105. περὶ δʼ αὖ Πριάμοιο] ὁ μὲν ἔλεγεν οὐκ εἰμὶ Ἑκάβης, ὁ δὲ ἀντέθηκεν, ἀλλὰ Πριάμου εἶ. καὶ ὁ μὲν ἐπʼ εὐγενείᾳ τὸ ὄνομα Πρι- άμου ἔλαβεν, ὁ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν.

106. πιθανὴ τοῦ φίλος ἡ εἰρωνεία πρὸς τὸν ξενίαν προβαλλό- μενον. θανάτου δὲ κρείσσων ὢν παραμυθεῖται τὸν ἀγεννῶς τοῦ ζῆν ἐφιέμενον. τινὲς δὲ ἀξιοῦσι μετὰ τὸ θάνε στίζειν, ἵνʼ ᾖ, ὁ φίλος Πάτροκλος ἔθανε, καὶ σὺ τί θρηνεῖς οὕτως;

108. καλός τε μέγας τε] ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ, πρὸς σωματικὸν κόσμον ἀτελές.

110. οὐκ ἀναστρεπτέον τὴν ἐπί· τὸ γὰρ ἑξῆς ἐστὶν ἐπὶ σοὶ καὶ

257
ἐμοί. ὁ δὲ Ἀρίσταρχός φησιν, ἀλλʼ ἔπεστι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα, καὶ ἀξιοῖ στίζειν εἰς τὸ κραταιή. τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, ἔσσεται ἢ ἠὼς ἢ δείλη, ἔσται τις ὄρθρος ἢ μεσημβρία ἢ δείλη. ἠὼς μὲν γὰρ ἡ ἕωθεν ἕως μεσημβρίας ὥρα, μεσημβρία δὲ ὁ καιρὸς τῆς ἕκτης, ἣν Ἀττικοὶ δείλην λέγουσι πρωίαν, δείλη δὲ ἡ μετὰ τὴν ἕκτην, ἢ καὶ δείλη ὀψία καλεῖται. εὐθεῖαι δέ εἰσιν αἱ τρεῖς. τὸ δὲ δείλη χωρὶς τοῦ σ, ὥς φησι Δίδυμος.

112. Ἄρῃ] τῷ σιδήρῳ· τινὲς δὲ ἀρῇ βλάβῃ βέλους ἢ δόρατος.

113. ἢ ὅγε δουρί] πέπεισται γὰρ ὡς οὐδεὶς αὐτῷ συνελθὼν συ- στάδην μαχεῖται.

114. αὐτοῦ] ἐν ᾧ ἦν ἑστὼς καὶ ἱκετεύων τόπῳ.

115. ἀπογνοὺς τῆς ζωῆς, τὸν σύντομον αἱρεῖται θάνατον.

120. ποταμόνδε] τὸ μὲν τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐπιβάντα ἀναιρεῖν σκυθρωπὸν μὲν, ὅμως συγγνωστόν· τὸ δὲ καὶ τοὺς ἐν τῇ γῇ ἀναιρουμένους εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν παρέχει τῷ ποταμῷ εἰς τὴν κατʼ Ἀχιλλέως ἐπιβουλήν. ἀλλὰ μὴν καὶ βλασφημεῖ αὐτόν· θηρώμενος γὰρ ὁ ποιητὴς τὴν πρὸς τὸν ποταμὸν μάχην, ἐξευ- ρίσκει πιθανὰς αἰτίας.

122. κεῖσο] τινὲς ἧ σο γράφουσιν, ἀντὶ τοῦ δίαγε, ὕπαρχε, ὃ καὶ δασύνεται. τὸ δὲ ἐνταυθοῖ περισπαστέον Ἀττικῶς.

123. ἀπολιχμήσονται] καταφάγωσιν· ἀπὸ τοῦ λείχειν δὲ εἴ- ληπται τὸ λιχμᾶν. ἀκηδέες δὲ οἱ μὴ κηδόμενοί τινων.

οὐδέ σε μήτηρ] ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο ἐκεῖνος, ὅτι ώραία καὶ πλουσία ἦν, οὗτος, ὥσπερ ὑπερεμπιπλάμενος τῆς εἰς τοὺς πολεμίους κολάσεως, φησὶν ὅτι οὐδὲ ἐκείνη σοι ἐπιχαρήσεται, οἱονεὶ κἀκείνην τιμωρούμενος διʼ αὐτοῦ.

125. εἴσω ἁλός] ἀντὶ τοῦ εἰς ἁλός, πλεονασμῷ τοῦ ω.

126. ὁ μὲν Ἀρίσταρχος φρῖκʼ ἐπαίξει, οἱ δὲ ἄλλοι ὑπαίξει. οὕτως δὲ Ἀρίσταρχος ἐξηγεῖται· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρώσκων, ὅ ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀίξει, ἵνα φάγῃ σε φερό- μενον. δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ἐπὶ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως· νεοσφαγὴς μὲν ὢν καταδύσῃ πρὸς τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν τοῖς ἰχθύσιν ὢν ἀπολιχμηθήσῃ τοῦ αἵματος· ἐπὶ πλέον δέ σε ἄταφον [*](18. πιθανὰς Bekkerus] πιθανῶς)

258
ὄντα καὶ μετεωρισθέντα ἐκβαλεῖ παρὰ τὴν θάλασσαν ὁ ποταμὸς, ἔνθα τις τῶν ἰχθύων σε κατέδεται ἐπὶ τὴν φρῖκα φερόμενος. Φιλη- τᾶς δὲ ἀρεσκόμενος τῇ ὑπαλύξει γραφῇ φησὶν ὡς ἐκεῖνος ὁ λιπαν- θεὶς ἰχθὺς ὑπὸ τοῦ δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει.

*ὁ μὲν Ἀριστοφάνης βούλεται τὸν ἰχθὺν, ὥστε καταφαγεῖν τὸν Λυκάονος δημὸν, ἢ διαφαγόντα, θρώσκειν κατὰ κῦμα καὶ ὑπαίσσειν τὴν φρῖκα· καί φησιν, ἐπιπολῆς ἐπινήξεται τῷ ἀφρῷ τοῦ ὕδατος ὑποδεδυκὼς, ἐπειδὴ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν εἴη πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε. πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπι- νοῆσαι νηχόμενον ἰχθὺν ὑπεράνω μὲν ὕδατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδατος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄνδρα φερόμενον. ἀλλʼ οὐδὲ τὴν φρῖκα ἀκούειν δύναμαι τὸν ἀφρὸν, Ὁμήρου μὲν μέλαιναν φρῖκα λέγοντος, τούτου δὲ ἀξιοῦντος τὸ λευκότατον ἀκούειν. ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμηρος “μελαίνῃ φρικὶ καλυφθείς” (Od. 4. 402)· καὶ ἀλλαχοῦ “ὡς δʼ ὅδʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς, θινὶ ἔπι φυκόεντι, μέλαν τέ ἑ κῦμʼ ἐκάλυψε” (Il. 23, 692). καὶ ἀλλαχοῦ τῆς φρικός μνημονεύσας ἐπάγει μελάνει δέ τε πόν- τος ὑπʼ αὐτῆς” (Il. 7, 64). καὶ ἔστιν ἡ φρὶξ κινουμένου τοῦ πνεύ- ματος ἀρχή. Σιμωνίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος οὕτως ἔφη “ἐς ἅλα στίζουσα πνοιά.” τὸ δὲ λέγειν ὅτι τὰ πρόσφατα σώματα φέρεται τῶν κυμάτων ἐπιπολῆς ψεῦδος. τοὐναντίον γὰρ ἐν ἀρχῇ μὲν διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυρότερος ὢν τοῦ στη- ρίζοντος ὕδατος ὁ νεκρὸς διισταμένου καταδύεται, σχήματι καταβαίνων καὶ βάρει· πληρούμενος δὲ τῆς ὑγρότητος, πλείω τόπον ἐπιλαμ- βάνων τῷ σχήματι, μετέωρος αἴρεται, βάρει τοῦ φέροντος ἐλαττού- μενος. τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν γὰρ γράφεται μέλαιναν φρῖχʼ ὑπαΐξει, ἐν οἷς δὲ γράφεται μέλαιναν φρῖχʼ ὑπαλύξει. κἂν μὲν κρατοίη τὸ ὑπαΐξει, φήσομεν λέγειν αὐ- τὸν, τῶν πηδώντων τις κατὰ τὸ κῦμα ἰχθύων ὑπὸ τὴν φρῖκα ἀΐξει, τουτέστιν ἐκ τοῦ ἄνωθεν θρώσκειν παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύ- σεται καὶ ὁρμήσει κάτω, συγκαταφερόμενος τῷ νεκρῷ, ὃς φάγοι ἂν τὸν Λυκάονος δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπολῆς τοῦ κύματος θρώ- σκειν ὑπακούομεν. εἰ δʼ ἐκ βάθους ἀναπηδῶντα ἐπὶ τὸ κῦμα, ἔσται [*](2. Φιλητᾶς Vill.] φιλίτας μὲν γὰρ 13. τὸ Vill.] om. 30. ὑποδύσεται] ὐποδύετοι 17. μελάνει] μελανεῖ 31. φάγοι] φάγ 21. γὰρ ἐν ἀ. μὲν Bekk.] ἐν ἀ.)

259
ὡς ἐπὶ τοῦ λίθου εἴρηκεν “ὕψι τʼ ἀναθρώσκων πέτεται” (Il. 13 140), ἵνα σημαίνῃ ἐπὶ τοῦ ἰχθύος τὸ ὑψοῦ τὸ ἐκ βυθοῦ κάτωθεν κατὰ κύματος θορεῖν, μὴ μέντοι ὑπερθορεῖν τὴν φρῖκα, ἀλλʼ ὑπʼ αὐτὴν ὄντα ἅπτεσθαι τοῦ νεκροῦ, εἰ ἐπιπολῆς φέροιτο. εἰ δʼ ὑπαλύξει γράφοιτο, φησὶ Πολύκλειτος τὸν νοῦν ἔσεσθαι· καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθὺς, φεύγων τῆς φρικὸς τὴν ψυχρό- τητα. καὶ γὰρ αὐτῷ πολεμιωτάτη· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πε- λάγους εἰς τὴν γῆν καταίρουσιν οἱ ἰχθύες· πολλοὺς δὲ αὐτῶν καὶ φωλεύειν κατὰ τοῦ βάθους διὰ τὴν αὐτὴν αἰτίαν ἱστορεῖ καὶ ὁ Ἀρι- στοτέλης ἐν τῷ ἑβδόμῳ περὶ ζῴων φύσεως. ψυχροτάτη δʼ ἡ φρίκη, καὶ μάλιστα ἂν Βόρειος ᾖ. γενόμενος δὲ ἐν τῷ βάθει ἔδεται τὸ λίπος τοῦ Λυκάονος. οὐδεὶς δέ μοι τούτων δοκεῖ ὀρθῶς ἀποδεδωκέναι τὸν νοῦν τῶν ἐπῶν. οὐ γὰρ εὐθύς φησιν Ὅμηρος αὐτὸν σφαγέντα καὶ ῥιφθέντα τοῦτο παθεῖν, ἵνα ἐκδεχώμεθα ὅτι κάτω ἐνεχθέντος ὁ ἰχθὺς κάτα χωρεῖν λέγοιτο εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶ- σιν, ἀλλʼ ἐξενεχθέντα ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε οὐκέτι ὑποβρύχιον, ἄνωθεν δὲ αὐτὸν ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω τὰ ἔπη· “ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλῆς αἷμʼ ἀπο- λιχμήσονται ἀκηδέες, οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον, θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαίξει, ἰχθὺς ὃς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.” νεοσφαγῆ μὲν οὖν ὄντα φησὶ κεῖσθαι μετʼ ἰχθύσιν, ὡς ἂν κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς ὠτειλῆς αὐτὸν αἷμα ἀπο- λιχμήσασθαι τοὺς ἰχθύας· χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι εἰς θάλατταν ὑπὸ τοῦ ποταμοῦ, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώ- σκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθὺν, ἀλλὰ κατὰ κῦμα (κατὰ κῦμα γὰρ ἔφη, οὐχ ὑπὲρ κῦμα) ὑπὸ τὴν φρῖκα ἀίξαι· τὸ γὰρ μέτρον τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει, ἀλλʼ ἄχρι τῆς φρικός·. οὐ γὰρ ἂν ἐπέθρωσκε κατὰ κῦμα, ἀλλʼ ὑπὲρ τὸ κῦμα, εἰ καὶ τὴν φρῖκα ὑπερεπήδα. ἐκφερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν τοῦ ποταμοῦ πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθὺν, καὶ γενέσθαι ἄνω ὑπὸ τὴν φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀρι- στάρχειοι, λέγοντες, ὑπὸ τὴν φρῖκα ἀΐξει τις τῶν ἰχθύων κατὰ τὸ [*](2. ἵνα σημαίνη addidit Vill. 12. οὐδεὶς Vill.]οὐδέ τις. In Harl. 5. Πολύκλειτος Vill.] πολύκλυτ novi scholii initium, Πορφυρίου. οὐ 9. ἱστορεῖ Vill.] ἱστορεῖ γὰρ δοκεῖ μοι τούτων ὀρθῶς —.)
260
κῦμα κολυμβῶν, ὃς φάγοι ἂν τὸν Λυκάονος δημόν. πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑπερφερομένου νεκροῦ ἅπτεσθαι ἰχθὺν ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν. Φιλητᾶς δὲ τῇ ὑπαλύξει γραφῇ συντιθέ- μενός φησιν ὅτι ὁ φαγὼν ἰχθὺς τὸν Λυκάονος δημὸν, πιμελώδης γενόμενος, τὸ κρύος ἐκφεύξεται. ἀγνοεῖ δὲ καὶ τοῦτο ὅτι τὸ διανε- στηκὸς τῆς θαλάττης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα· “ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέου ἀναπάλλεται ἰχθύς” (Il. 23, 692). τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλατταν πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς· καὶ ἐπὶ τοῦ συὸς κατὰ μεταφορὰν “φρίξας εὖ λοφιήν” (Od. 19. 446)· καὶ “ἔφριξε δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν” (Il. 13, 339).

131. δηθά] ἐκ πολλοῦ δηλονότι χρόνου.

135. νόσφιν ἐμεῖο] λείπει τὸ ὄντος.

136. χολώσατο κηρόθι μᾶλλον] ῥιφέντος Λυκάονος ᾖρκται τοῦ θυμοῦ· νῦν δὲ μᾶλλονδιὰ τὸ κακῶς ἀκοῦσαι.

140. Ἀστεροπαίῳ] πῶς πρὸ έ ἡμερῶν τὸν κατάλογον ποιησά- μενος Ἀστεροπαῖον παρέλιπε, λέγοντα ῥητῶς πρὸ ιά ἡμερῶν ἐληλυ- θέναι; οὐ θαυμαστὸν οὖν τὸ παραλιπεῖν αὐτὸν ἐν τῷ καταλόγῳʼ μόνων γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων. ἐν δὲ τοῖς κατὰ μέρος καὶ τοὺς μετʼ ἐκείνους τεταγμένους παρέλαβεν, ὡς ἐπὶ Ἀθηναίων· ἐν μὲν γὰρ τῷ καταλόγῳ Μενεσθέα φησὶν εἶναι τὸν ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ “Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰ; (Il. 13. 691). οὕτως οὖν ἔσται καὶ ἐπὶ Ἀστεροπαίου. ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ δευτέραν Ἀστεροπαῖος, νυνὶ δὲ τὴν πᾶσαν αὐτῷ ἡγεμονίαν ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι.

141. υἱέι Πηλεγόνος] τίς χρεία τοῦ πατρὸς, μέλλοντος αὐτοῦ γενεαλογεῖν αὑτόν; ἀλλʼ ὁ μὲν ὡς μὴ γνώριμος Ἀχιλλεῖ (τῶν γὰρ ἐπηλύδων ἦν) ἐδίδαξεν αὐτὸν τὸ γένος· ὁ δὲ ποιητὴς, ἵνα μὴ ἐκεῖνος τῷ οἰκείῳ ἐπιμένοι καταλόγῳ, ἐνταῦθα συνέτεμε καὶ τὴν μητέρα ἐδίδαξεν.

145. μένος δέ οἱ ἐν φρεσὶ θῆκε] ψυχικὴ γὰρ ἀρετή ἐστιν ἡ εὐ- θαρσία. πιθανῶς δὲ αὐτὸν υἱὸν ποιεῖ ποταμοῦ, ἵνα πλέον ἐρεθίσῃ τὸν ποταμόν.

147. οὐδʼ ἐλέαιρεν] Πῖος ψυχρόν φησι τὸ ἐπίθετον, εἴτε ἐπὶ τῶν [*](35. Πῖος] Πίος hic et alibi B.)

261
Τρώων· πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ ὅτι τοὺς πολεμίους οὐκ ἐλεεῖ; εἴτε ἐπὶ τοῦ ποταμοῦ, ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ ἁρμόζον ἐπὶ θεοῦ.