Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

65. περὶ δʼ ἤθελε θυμῷ] ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχοι παρατείνων τὰ τῆς δεήσεως.

67. ἔστιν ἰδεῖν ὥσπερ ἐν γραφῇ τὸν μὲν ἐπανατεινόμενον τὸ δόρυ, τρῶσαι θέλοντα, τὸν δὲ φθάσαντα τὴν πληγὴν καὶ τοῖς γόνασι πίπτοντα· καὶ τὴν μὲν αἰχμὴν τῇ γῇ προσπεπηγυῖαν, τὸν δὲ καὶ τὸ δόρυ κατέχοντα καὶ τῶν γονάτων ἐχόμενον.

70. ἄμεναι] γεύσασθαι.

74. σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον] ὡς ἱκέτην προσδέχου. δύο γὰρ πρὸς σωτηρίαν ἀνυστικὰ, αἰδὼς καὶ ἔλεος.

75. ἀντί τοί εἰμ’ ἱκέταο] ἴσος ἱκέτῃ εἰμί. ἱκέταο δὲ τοῦ εἰς τὴν ἑστίαν ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάληψις· ὁ γὰρ αἰχμάλωτος ἱκέτην ἑαυτόν φησιν. ἱκέτην γὰρ κυρίως καλοῦμεν τὸν ἑκουσίως καταφυγόντα· ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι καὶ τροφῆς μετεσχηκέναι εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει.

76. * Πορφυρίου. ἀποροῦσι πῶς ὁ ἱκετεύων πρὸς τὸν Ἀχιλλέα ἔφη “πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημητέρος ἀκτήν.” τὸ γὰρ λέγειν, καθάπερ Στησίμβροτος, ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἐσθίουσιν, ἅλ’ ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱὸς, καὶ οὐδαμῶς τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις, ὅτι παρʼ Ἕλ- λησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ γεγονέναι φησί· πρὸς γὰρ τὴν ἱκεσίαν εἶχέ τινα βοήθειαν τοῦτο, ὥσπερ τετυχηκὼς ξενικῆς τραπέζης παρʼ ἐκείνῳ πρῶτον.

Δημητέρος ἀκτήν] τὸ τοῦ σίτου λεπτότερον. λέγεται δὲ ἀκτὴ ἡ ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον δὲ τὸν μεταδόντα τροφῆς, ἐξ ἦς ἄνθρωποι ζῶμεν, τῆς ζωῆς ἀφαιρεῖσθαι. καὶ Δημη- τέρος φησὶν εἰς δεισιδαιμονίαν παρακαλῶν. καὶ ὁ μὲν εἰς τροφὴν ἐπὶ τῷ πωλῆσαι παρέλαβεν, ὁ δὲ τοῦτο εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἔλαβεν. καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ. πολεμίῳ γὰρ προσώπῳ λόγον περιθεὶς, ὅμως εὐπόρησε πρὸς τὴν σωτηρίαν εὐλόγου προφάσεως.

79. * ἑκατόμβοιον] οἱ παλαιοὶ, πρὶν ἐπινοηθῆναι τὰ νομίσματα [*](8. πίπτοντα] προσπίπτοντα Bekk. 18. *Πορφυρίου] om. 16 όμωρόφιος Bekk.] ὁμορρόφιος 22. *παρʼ Ἕλλησι] παρὰ τῷ ἕλλ’)

256
τὰς συναλλαγὰς ἐποιοῦντο διὰ τῶν τετραπόδων· ὅθεν ὕστερον ἐφευρε- θέντων τῶν νομισμάτων βοῦν ἐπʼ αὐτῶν ἐξετύπουν, ἐνδεικνύμενοι τὸ ἀρχαῖον ἔθος. καὶ παροιμία, βοῦς ἐπὶ γλώσσης, ὅ ἐστι νομίσματα. ἁρμόζει δὲ ἡ παροιμία αὕτη ἐπὶ τῶν ῥητόρων τῶν λαμβανόντων νομίσματα ὑπὲρ τοῦ μὴ κατηγορῆσαί τινος, ἀλλὰ σιωπῆσαι.

80. εὐκτικῶς, ἀντὶ τοῦ λυθησοίμην παρασχὼν τοσαῦτα τριπλα- σίως· πρὸς ὅ φησι “μή μοι ἄποινα πιφαύσκεο” (99).

83. ἔοικα, φησὶν, ἀπεχθὴς γεγονέναι τῷ Διί. ἄκρως δὲ διαγράφει δειλὸν, ἀπεγνωκότα μὲν, ὅμως τὴν διʼ ἐλέους σωτηρίαν ἀναμένοντα· ἔχεται γὰρ ἀπάντων ἡ ἀμείνων ἐλπίς.

86. Ἄλτεω] τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, Ἄλταο ὡς Ἀτρείδαο καὶ Ἄλτεω ὡς Μενέλεω. σημειωτέον δὲ τὴν ἐπανάληψιν. λέγει δὲ ταῦτα, ἵνα δείξῃ ὅτι καὶ πρὸς μητρὸς εὐγενής ἐστι καὶ πολλὰ δύναται δοῦναι. ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται ἀτυχοῦντες.

88. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος] αὔξει τὸ γένος, Πρίαμον λέγων ἐπιθυμῆσαι αὐτῆς. ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορος, φησὶ πολλὰς δὲ καὶ ἄλλας.

96. ἐνηέα] ἐν τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται, διδάσκων ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου.

99. νήπιε] διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκοψε.

100. πρὶν μὲν γὰρ Πάτροκλον] τάχα φησὶν ὅτι ἐκεῖνος ἦν ὁ πρὸς τοὺς ἁλισκομένους αὐτὸς ἡμερῶν· ὅθεν καὶ αἱ αἰχμαλωτίδες αὐτὸν ὡς ἤπιον καὶ ἀγαθὸν αὑταῖς ἀπωδύροντο.

101. τόφρα] τότε. πλεονάζει τὸ τι. τὸ δὲ πεφιδέσθαι παροξυ- τόνως, ὡς τὸ ἱκέσθαι (Il. 1, 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

105. περὶ δʼ αὖ Πριάμοιο] ὁ μὲν ἔλεγεν οὐκ εἰμὶ Ἑκάβης, ὁ δὲ ἀντέθηκεν, ἀλλὰ Πριάμου εἶ. καὶ ὁ μὲν ἐπʼ εὐγενείᾳ τὸ ὄνομα Πρι- άμου ἔλαβεν, ὁ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν.