Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

25. δεινοῖο] μεγάλου καὶ θαυμαστοῦ.

26. πτῶσσον] κατέπτησσον ταπεινοῦντες ἑαυτούς. κρημνοὺς δὲ τὰς ἐπικρεμαμένας ὄχθας τοῖς ὕδασιν.

27. λέξατο κούρους] ἐκλέγεται αὐτοὺς ὡς εἰς θυσίαν μέλλων παριστάνειν Πατρόκλῳ κατὰ τὴν ὑπόσχεσιν. μεγάλην δὲ τὴν ὑπεροχὴν καὶ διὰ τούτου παρίστησιν, ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμα- λώτους λέγων οἵους καὶ ὅσους ἐβούλετο, καὶ καθʼ ἕνα συνδῆσαι πάλιν, ὥσπερ ἀνδράποδα προτείνοντας τὰς χεῖρας. τοίνυν συνυπούρ- γουν αὐτῷ οἱ ἑταῖροι ἐν τούτοις πᾶσι. τὸ δὲ ὅλον ἦν τὸ αὐτοῦ.

31. τοὺς αὐτοὶ φορέεσκον] περιπαθῶς καὶ τοῦτο· δείκνυσι γὰρ [*](18. ἐπὶ γῆς ἦν Bekkerus] ἐπὶ γῆν ἐπὶ] εἰς Bekkerus. 33. αὐτοῦ] αὐτάς Vill.)

254
ὅτι ταῦτα αὐτοῖς ἀφορμὴ τῶν δεσμῶν ἐγένετο, ἃ εἰς σωτηρίαν ἐπήγοντο.

στρεπτοῖσι] ἀντὶ τοῦ εὐκλώστοις· ἐνήθετο γὰρ καὶ ἡ κρόκη διὰ στρεπτοῖο χιτῶνος. οὐδέποτε δὲ ἐγινώσκετο τὸ ῥοδανίζειν, ἀλλὰ νήθειν. Μένανδρος “κρόκην δὲ νήσει καὶ στήμονα.”

34. ἔνθʼ υἱεῖ Πριάμοιο συνήντετο] μετέβαλε τὴν διήγησιν εἰς ἄλλην διάθεσιν, ποικίλλων αὐτήν. πρῶτος οὖν καὶ τὸ τῶν περιπε- τειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν. πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον. τὸ δὲ υἱεῖ περισπαστέον καὶ διὰ διφθόγγου γραπτέον· ὡς ἀπὸ τοῦ υἱεύς γὰρ γίνεται.

36. ἀλωῆς] δενδροφόρου γῆς. οὐκ ἐθέλοντα δὲ ἀντὶ τοῦ μετὰ βίας.

37. ἐρινεόν] ἀντὶ τοῦ ἐρινεοῦ, ὡς τὸ “γυναῖκα μαζόν” (Il. 24, 58). ἀπὸ τοῦ γενικοῦ δὲ εἰς τὸ εἰδικὸν μεταβέβηκε. καὶ εἰ δια- στείλαιμεν βραχὺ εἰς τὸ τάμνε, εὐλογώτερον ἂν τὸ σχῆμα γένοιτο, ὡς πρὸς τὸ σημαινόμενον ἀπηντηκότος αὐτοῦ. τὸ δὲ ὄρπηξ ψιλοῦται· ἔστι γὰρ παρὰ τὸ ὄρω, πλεονασμῷ τοῦ π.

39. ἀνώϊστον] ἀνεπιλόγιστον· νωΐσασθαι γὰρ τὸ νοῆσαι. ἀναγ- καίως δὲ προεκτίθεται τὰ περὶ αὐτὸν ἅπαντα, ἵνα ἑξῆς ἱκετεύοντος αὐτοῦ γνώριμος ὁ λόγος καταστῇ.

40. *ἐπέρασσεν] ἀντὶ τοῦ περάσας ἐπώλησεν.

42. ξεῖνός μιν ἐλύσατο] ἐκεῖ ἐπιξενωθεὶς ἠλευθέρωσεν. τὸ δὲ ἑξῆς, ξεῖνός μιν ἐρύσσατο Ἴμβριος Ἠετίων.

46. ἐλθὼν ἐκ Λήμνοιο] σωθεὶς ἀπὸ τῆς Λημνίας δουλείας ἐτέρ- πετο.

48. περισσὸς ὁ καί. ἴσως δὲ τὸ φιλόψνχον αὐτοῦ κωμῳδεῖ καὶ τὸ τοῦ τρόπου δειλόν.

50. γυμνὸν, ἄτερ κόρυθος] οὕτως γὰρ καὶ πέπραται, οὕτως καὶ ἐγνωρίσθη.

55. ὑπερβολικῶς εἶπε, τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασσοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγον. ὁ δὲ Πῖος στίζει εἰς τὸ μεγαλήτορες. τὸ δὲ ἑξῆς ἐν ἤθει φησίν· ἀναστή- σονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴ γε οὗτος ἴσχυσε διαπεραιωθῆναι.

60. ἀλλʼ ἄγε δὴ καὶ δουρός] γενναῖον ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν.

[*](24. Λημνίας Bekkerus] λημναίας)
255

64. μένων] ὁ μὲν περιμένει, διὰ τὴν ὑπεροχὴν τεθαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρπάζων τὸν καιρόν· ὁ δὲ ἐμπέδως πάντα ὁρῶν ἄφυκτα αὐτῷ αὐτὸς πρόσεισι.