Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

473. μέλεον] ἄμοχθον καὶ ἄλυπον.

474. ἀνεμώλιον] ἀνεμωλίως, ἀντὶ τοῦ ἀπράκτως.

[*](6. ὅτι] om.)
275

478. τὴν δʼ οὔτι προσέφη] προείρηκε γὰρ τὴν αἰτίαν τῆς παραι- τήσεως. δισσολογεῖν δʼ οὐ βούλεται ὁ ποιητής.

479. προσέφη] ἀπὸ κοινοῦ τὸ προσέφη, ὡς κἀκεῖ “παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην” (Il. 1, 443)· ἀπὸ κοινοῦ γὰρ τὸ ἀγέμεν.

482. μένος ἀντιφέρεσθαι] ἐξ ἐναντίας τὸ ἐμὸν μένος φέρειν. ἐπεὶ δὲ εῖπε “τί νυ τόξον ἔχεις,” ἐγώ σοι χαλεπὴ πολέμιος ἔσομαι.

483. τὸ λέοντα ἀντὶ τοῦ λέαιναν· οὐδέποτε δὲ παρʼ Ὁμήρῳ εὕρηται τὸ λέαινα. λέγει δὲ αὐτὴν λέαιναν διὰ τὸ ἀναιρετικὸν, ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ τὰς σκοτομαίνας δύστοκοι ἄγαν.

485. ἐναίρειν] φονεύειν, ἢ σκυλεύειν. τοῦτο δὲ λέγει, ὅτι τῆς νυκτὸς πανσελήνου οὔσης οἱ κυνηγοὶ τοὺς θῆρας σκυλεύουσιν.

487. στικτέον εἰς τὸ δαήμεναι· ἔστι δὲ ἀντὶ τοῦ δάηθι.

489. χεῖρας] τῆς Ἀρτέμιδος δηλονότι. ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως.

490. ποιητικῶς ἀντὶ βελῶν τόξα φησίν. ἢ πᾶσαν τὴν τοξικὴν παρετοιμασίαν.

492. ἐντροπαλιζομένη] ἐξ ὑποστροφῆς ἀνθισταμένη. τινὲς δὲ κατʼ αἰτιατικὴν ἤκουσαν, ἵνʼ ᾗ ἐκτρέπουσαν τὰς ὄψεις πρὸς τὰς τῆς χειρὸς καταφοράς.

495. ἀπὸ τοῦ χωρεῖν. λέγει δὲ πέτραν διαγωγὰς ἔχουσαν πολλὰς, ὥστε χωρεῖσθαί τι. σημειωτέον δὲ ὅτι προεξηγήσατο τίς ἡ χηραμὸς, κοίλη πέτρα, καὶ νῦν ἐπεξηγήσατο.

498. οὔτι μαχήσομαι] ἄτοπον γὰρ τὸν λόγιον καὶ εἰρηνικὸν θεὸν μάχεσθαι. ἄλλως τε ἄνοπλοι ἀμφότεροι, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχῃ.

499. πληκτίζεσθʼ] μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις.

501. εὔχεσθαι ἐμὲ νικήσειν] καλῶς ἄτυφος ὁ λογικὸς θεὸς, μηδὲ ἀδοξίας φροντίσας· λέγει γὰρ ὅτι εἰ βούλει, καυχῶ ὡς ἐμὲ νικήσασα.

502. τόξα] συλληπτικῶς τά τε τόξα καὶ τὰ βέλη· ὡς γὰρ [*](20. παρετοιμασίαν] Vocabulum in Glossario vetereper paratio explicitum.)

276
χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, οὕτω καὶ τόξα ἐπὶ ἑκατέρου δεκτέον. συνῆξε δὲ αὐτὰ, ἵνα μὴ ἐκεῖ κείμενα τὴν θυγατέρα πλέον αἰσχύνοιεν.

506. ἐφέζετο γούνασι] ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικὶ, καὶ μάλιστα παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. ἡ δὲ Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διὸς, ἀλλʼ ἐν τοῖς τῆς Διώνης, καίτοι γεγαμημένη οὖσα. πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ ἐφέζεσθαι οὐ δύναται.

507. ἑανὸς τρέμε] διὰ τῆς ἐσθῆτος ἐμφῆναι τὸ σῶμα βούλεται τρέμον αὐτῆς.

509. τίς νύ σε] εἰδὼς ἐρωτᾷ, ἠθικῶς ἀγνοεῖν προσποιού- μενος.

*τὸ τίς ἐρωτηματικόν.

511. ἐϋστέφανος] ἐπικεφάλιος γὰρ ὁ τῶν γυναικῶν κόσμος. κελαδεινὴ δὲ παρὰ τὸ κοῖλα. ἢ παρὰ τὸν κέλαδον ὃν ποιοῦσιν οἱ κυνηγοί.