Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

101. ἶσον τείνειε] τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται.

105. καὶ δὲ σέ] ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δε ἀντὶ τοῦ γαρ ἐκδεκτέον.

109. λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω] ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν ὁ Ἀχιλλεὺς, ὅπερ ἔδει προλαβεῖν τὸν θεὸν πρὸ τῆς συμβολῆς. λευγαλέοις δὲ εὐτελέσι καὶ ἀχρείοις πρὸς τοὺς ἐκδεχομένους· λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος.

*τινὲς τὸ ἀρειῇ, τῇ ἀπὸ τοῦ Ἄρεως βλάβῃ.

113. οὐλαμόν] τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.

114. ἐκδέχεται Ἡρωδιανὸς τὸ η ὡς ἄρθρον, τὸν δὲ δή παραπλη- ρωματικὸν σύνδεσμον, ἵν᾿ ᾖ, οὐδ᾿ ἔλαθε λευκώλενον Ἤρην, ἣ δή. τὸ δὲ ἄμυδις ψιλοῦται καίτοι παρὰ τὸ ὁμοῦ ὄν· καὶ ἀμάδις αὐτὸ ἔδει εἶναι ὡς χαμάδις, ἀλλὰ τροπῆς γενομένης Αἰολικῆς ἅπαξ τοῦ α εἰς υ ἐψιλώθη καὶ τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίως τῷ ἄλλυδις· καὶ ἔστι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰς δίς ἐπιρρημάτων τῷ ν παραληγόμενα.

125. ἠθέτηνται στίχοι δ᾿ ὡς ἐναντιούμενοι τοῖς ὑπὸ Διὸς εἰρημέ- νοις “δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ” (30). ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι.

127. αἶσα] τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν αἴ- τιος, Δία δὲ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω τὸ μερίζω, καὶ μοῖραν καὶ εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην, ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν ἃ μέλλει πείσεσθαι· πρόνοιαν δὲ δι᾿ ὧν εὐρύοπα καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης, φησὶν “ἀναγκαίη γὰρ ἐπείγει” (Od. 19, 73). τύχην δὲ οὐδ᾿ ὅλως οἶδεν ὁ ποιητὴς, εἰ μὴ τὰ ἀπὸ ταύτης, ὡς τὸ “τύχε κατὰ στεφάνης.”

133. παρὲκ νόον] παρὰ τὸ καθήκοντα νοῦν. πάνυ δὲ φρονίμως οὐ βούλεται τῆς μάχης ἄρχειν ὡς συνετός.

138. ἄρχωσι] Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· γράφεται γὰρ καὶ ἄρχῃσι. ἔμφασιν δὲ ἔχει τὸ ὀκνεῖν μὲν ἄρχε- [*](7. *ὅπερ—συμβολῆς] ὅπερ ὁ θεὸς 14. ὁμοῦ ὄν· καὶ ἁμάδις] *ἄμα ἔδει πρὸ τῆς συμβολῆς μὴ πείσεσθαι παρηγμένον· καὶ τάχα ἁμάδις συμβουλεύειν 21. τῷ Bekkerus] αὐτῷ)

237
σθαι, θαρρεῖν δέ· οἱ γὰρ τῆς μάχης ἴσως ἀρξάμενοι ἡσσηθήσονται. τὸ δὲ σχῆμα καλεῖται Ἀλκμανικόν· κατακορέστερον γὰρ αὐτῷ χρῆ- ται ὁ Ἀλκμάν. ἔστι δὲ προεπίζευξις “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε· ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.”

140. παῤ αὐτόφι] παῤ αὐτοῖς, οὐ παῤ αὐτά· προεῖπε γὰρ τὸ αὐτίκα.

145. ἀμφίχυτον] τὸ περικεχυμένον· φησὶ γὰρ “χεύαντες δὲ τὸ σῆμα πάλιν κίον” (ΙΙ. 23, 257). οὐκ ἐκ λίθων δὲ, ἀλλʼ ἐξ ἀναχώ- ματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν Ἠροκλέα ἐπ᾿ αὐτὸ, τὴν τοῦ κήτους ὑποφεύγοντα ἔφοδον.

146. * Ποσειδῶν καὶ Ἀπόλλων, προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι, ἐπὶ μισθῷ τεταγμένῳ τὸ τεῖχος κατασκευάζουσιν, Λαο- μέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας, μὴ δοὺς τοὺς μισθοὺς, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν ἔπεμψε τῇ χώρᾳ κῆτος, ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνο- μένους καρποὺς διέφθειρεν· μαντευομένῳ δὲ Λαομέδοντι χρησμὸς ἐδόθη Ἡσιόνην τὴν θυγατέρα Λαομέδοντος βορὰν ἐκδοῦναι τῷ κήτει καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ. προθεὶς δὲ ἐκεῖνος τὴν θυγα- τέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωὶ Ζεὺς ἀντὶ Γανυμήδους ἔδωκεν. Ἡροκλῆς δὲ παρα- γενόμενος ὑπέσχετο τὸν ἆθλον κατορθώσειν, καὶ Ἀθηνᾶς αὐτῷ πρό- βλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος, εἰσδὺς διὰ τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κήτους, αὐτοῦ τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρα- κλῆς ἐπεστράτευσε καὶ Ἴλιον ἐπόρθησε, καὶ οὕτως ἔλαβε τοὺς ἵπ- πους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.

149. καὶ θεοὶ ἄλλοι] οὐ πάντες, ἀλλ᾿ οἱ Ἑλληνικοί· καραδοκοῦσι γὰρ τὴν ἐκείνων καταρχήν.

152. ἀμφὶ σέ] ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ “ἀμφὶ σὲ, Πηλέως υἱέΡ (2). τὸ δὲ ἤϊε παρὰ τὸ ἱέναι τὰ βέλη, καὶ δασύ- νεται· ἢ παρὰ τὴν ἴασιν, καὶ ψιλοῦται.

154. δυσηλεγέος] κακοκοιμήτου· οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆναι δίχα πολλῶν θανάτων. ἢ κακὰς φροντίδας ἔχοντος. εἰ δὲ θεοὶ ὀκνοῦσι πολεμεῖν, πολλῷ μᾶλλον ἡμεῖς.

[*](22. *τὸν ἆθλον] τὸ ἆθλον 26. * ἐπεστράτευσε] ἐστράτευσε)
238

157. κάρκαιρε] ἐκραδαίνετο, ἐσείετο, ἐψόφει.

162. βριαρῇ] καταπληκτικῇ, ὡς τὸ “βριθὺ, μέγα, στιβαρόν” (ΙΙ. 5, 746)· οὐ γὰρ ἐγκώμιον δόρατος τὸ βαρύ.

164. λέων ὡς] λέοντι εἴκασται οὐ πεινάοντι ἢ τὸ πῖαρ ἑλεῖν θέλοντι ἢ σκυμναγωγοῦντι, ἀλλ᾿ ὅλην χώραν λυμαινομένῳ, ἣν γεωρ- γεῖν μὴ δυνάμενοι συνίασι κατ᾿ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν φαύλως κινεῖται ὡς ὅτε θελήσειε κρατεῖν αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ, ἐρεθίζεται καὶ συστρέφει ἑαυτὸν πρὸς τὸ μειζόνως πηδῆσαι.

168. ἐάλη] συνεστράφη πρὸς τὸ πηδῆσαι.

169. εἰ μέν ἐστιν εὐθείας τὸ κραδίη, τοιοῦτόν ἐστιν, στένει ἡ καρδία ἥτις ἐστὶν ἦτορ· εἰ δὲ δοτικῆς, ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον τὴν καρδίαν.. τὸ δὲ πρότερον ὁμηρικώτερον· φησὶ γὰρ (Od. 20, 18) “τέτλαθι κραδίη” ἀντὶ τοῦ ψυχή.