Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

170. οὐρῇ δὲ] ἔχει γὰρ ὑπὸ τῇ οὐρᾷ κέντρον μέλαν, ὡς κεράτιον, δι᾿ οὗ ἑαυτὸν μαστίζει ὑφ᾿ οὗ νυττόμενος 33πλέον ἀγριοῦται.

172. γλαυκιόων] ἔμπυρον ὁρῶν, παρὰ τὸ γλαύσω, ἀφ᾿ οὗ καὶ γλαὺξ, ὃ μόνον τῶν σαρκοφάγων καὶ γαμψωνύχων οὐ τίκτει τυφλὰ διὰ τὸ πολὺ πυρῶδες, ὃ περὶ τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν ὃν διεγείρει τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ. καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει· τότε γὰρ ἰσχυρότερος ἑαυτοῦ γίνεται. ἢ ὅτι ὅσον τὸ καθ᾿ ἑαυτὸν, ἔτρωσεν αὐτὸν Αἰνείας· τότε γὰρ ὡς τρωθεὶς ὥρμησε· τὰ γὰρ πρῶτα καὶ ἀπέτρεπεν αὐτὸν, καθ᾿ Ἕκτορος ὡρμημένος.

180. ἐντέχνως ἄξιον βασιλείας ἀποφαίνει τὸ κατόρθωμα. ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν σύνθεσιν εὐτελεῖς. πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυνται τοσοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτος ὀφθεὶς, καὶ στρατηγικόν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμίους. καὶ καθ᾿ Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γὰρ “Ἕκτορος ἄντα μάλιστα” (76). εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα. ἄλλως καὶ κερτομεῖ τὸν Αἰνείαν ὡς ἐνεδρεύ- οντα τῇ Πριάμου ἀρχῆ.

181. λείπει τὸ ἀντί. ἢ ἐν Τρωσὶν ἀνάξειν μετὰ τῆς τιμῆς τοῦ Πριάμου.

[*](7. αὐτῶν Bekkerus] αὐτὸν 15. ὑφ᾿ οὖ—ἀγριοῦται] Haec a m. sec.)
239

183. ἀεσίφρων] κοῦφος καὶ ἀσύνετος τὴν φρένα.

*ἀεσίφρων λέγεται ὁ μὴ διεγηγερμένος τὰς φρένας. γίνεται δὲ ἐκ τοῦ ἄω τὸ κοιμῶμαι, ἀφ᾿ οὗ καὶ τὸ “τί πάννυχον ὕπνον ἀωτεῖς” (Ιl. 10, 159);

187. ἤδη μὲν σέ γε] ἔθος ἀρχαῖον τὸ ἐξονειδίζειν δειλίαν ἢ καὶ ἀχαριστίαν· καὶ ἀλλαχοῦ “ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων” (Od. 16, 424). καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν ὀνειδισμός ἐστιν ἐσχάτης δειλίας· αὐτὸς δέ φησιν ἑλεῖν καὶ τὴν ὑποδεξαμένην αὐτὸν πόλιν.

188. ἀναστρεπτέον τὴν ἀπό· τινὲς δὲ τῷ σεῦα συντάσσουσιν αὐτήν.

194. ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο] ἀναλαβέσθαι αὐτόν φησι τὸν θεὸν καὶ ἀλλαχοῦ διασῶσαι, ἐπεὶ μὴ εὑρέθη ἐν Λυρνησσῷ.

198. πρίν τι κακὸν παθέειν] ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν ἐσόμενον αὐτῷ ὄλεθρον.

200. μὴ δή μ᾿ ἐπέεσσι] ἀποσιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς γὰρ τὸ συνομολογεῖν πρὸς τὸν πολέμιον. ἐν δὲ τῷ πρὸς Ἀπόλλωνα λόγῳ εὐπρεπέστερον αὐτὰ ἀνωμολόγησεν (90).

202. κερτομίας τοὺς σαρκασμοὺς οὓς εἶπεν ὡς περὶ τῆς ἀρχῆς αὐτοῦ μαχομένου· αἴσυλα δὲ τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς. πιθανῶς δὲ τοῖς λόγοις Ἀπόλλωνος καταχρῆται πρὸς τὸν φόβον καὶ αὐτὸς, ὑπομιμνήσκων ὅτι μείονος γενέσεως τυγχάνει παῤ αὑτόν.

204. πρόκλυτ᾿ ] προηκουσμένα καὶ προεγνωσμένα.

210. ἕτεροι] διὰ τὸ δύο εἶναι τοὺς γονέας ἑκατέρου. δῆλον δὲ ὅτι ἔτι ζῆ Ἀγχίσης.

211. ἑκατέροις δύναται προσδίδοσθαι τὸ σήμερον πρὸς διάφορον στιγμήν.

213. δαήμεναι] παρῆκται ἡ ὁμιλία κατὰ ποιητικὴν συνήθειαν πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωῖκὴν γενεαλογίαν μάθωμεν. ἢ ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα τὰ γένη λαμπρότητα μεγίστην φέρει· τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει ὁ ποιητὴς παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ Διομήδους συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν. ἔοικε δὲ λέγειν ὅτι τὸ μὲν κατὰ μητέρα γένος τοιοῦτο· εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις, πολλοῖς ὂν γνώριμον, ἄκουε.

240

215. * Δάρδανος ὁ υἱὸς Διὸς καὶ Ἡλέκτρας τῆς Ἄτλαντος θυγατρὸς, διιὼν τὴν Σαμοθρφᾴκην, ἐπομβρίας γενομένης κατασκευάσας σχεδίαν καὶ ἀσκὸν αὑτῷ περιθεὶς διεκομίσθη εἰς τὴν Ἴδην τῆς Τρωά- δος, καὶ ἀποβὰς Διὸς ὑποθεμένου κτίζει πόλιν, ἣν ἀφ᾿ ἑαυτοῦ Δαρ- δανίαν ἐκάλεσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.

221. φιλόλουτρον γάρ ἐστι τὸ ζῷον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων.

βουκολέοντο] κατὰ μετάθεσιν ὁ λόγος, ὡς καὶ Εὐριπίδης (Phoen. 28) “ἱπποβουκόλοι ἄνδρες.”

223. τάων καὶ Βορέης ἠράσσατο] ἄδηλον μὴ τῶν πώλων ἠράσθη. φησὶ δὲ Ἀριστοτέλης ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς συνδυ- ασμὸν, καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.

τάων] τούτων· λείπει δὲ τὸ τινῶν, τούτων τινῶν καὶ Βορέης ἠράσ- σατο· οὐ γὰρ πασῶν.

227. ἀνθερίκων] ὑπερβολικῶς εἶπεν, ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασὶν, ὡς καὶ Ἡσίοδος “ἐπὶ πυραμίνους ἀθέρας φοίτασκε πόδεσσιν.”

228. Ἀρίσταρχος ἄλλοτε, ὁ δὲ Ἡωδιανὸς ἀλλ᾿ ὅτε.

ῥηγμῖνος δὲ τῆς ἐπιφανείας· ὡς τὸ “ἡμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν” (Od. 12, 214).