Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

49. ἔγχει] ἑκάτερος τῷ ἰδίῳ, ὡς τὸ “φεύγωμεν φίλην ἐς πατρίδα γαῖαν” (ΙΙ. 2, 140).

56. ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; ὁ γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γὰρ, φησὶν, ἀρκτικὸς, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. τινὲς δὲ καθ᾿ ὑπερ- βατὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶ περ, ἵνα τὸ ὅλον τοιοῦτον ἦ· ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν.

58. ἔριδι μενεήναμεν] ὡς τὸ “ἔριδι συνέηκε” (ΙΙ. 1, 8). πιθανῶς [*](8. *τι] om.)

206
δὲ ἐπ᾿ ἄμφω τὴν αἰτίαν ἤγαγε, καὶ κούρην, οὐ γέρας αὐτὴν καλεῖ, ταῖς διαλλαγαῖς πρεπόντως τὰς ἀληθείας ἐκτιθείς.

59. ἐν νήεσσι] παραυτὰ ὅτε ἐνέβη ἐπὶ τῆς νεὼς μετὰ τῆς ἄλλης λείας. δεινοποιεῖ δὲ τὸν λόγον διὰ τὴν Πατρόκλου τελευτήν.

62. ὑφ᾿ ἓν τὸ ἀπομηνίσαντος. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς τὸ “Πριάμῳ ἐπεμήνιε δίῳ” (ΙΙ. 13, 460). ἢ παντελῶς μηνίσαντος.

63. Ἕκτορι] ὁ μὲν Νέστωρ ἔλεγεν “ἦ κεν γηθήσαι Πρίαμος” (ΙΙ. 1, 255)· ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει.

64. δηρόν] τῶν γὰρ κακῶν μόλις ἐπιλανθανόμεθα· διὸ καὶ ἄλαστα καλοῦνται.

65. προτετύχθαι] προγενέσθαι αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι.

68. *ἀσκελέως] ἀντὶ τοῦ ἄγαν σκληρῶς· σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκέλετος κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς κατὰ στέρησιν ἠπιότητος ὁ διὰ ἰατρικῆς μὴ ἐῶν σκέλ- λεσθαι. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδιαλείπτως κατὰ μέμψιν. τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον.

69. ὄτρυνον πόλεμόνδε] τὴν ἐξουσίαν τῆς ἐξόδου τῷ βασιλεῖ ἀναφέρει.

71. ἰαύειν] παραυλίζεσθαι. σαρκαστικὸς δὲ ὁ λόγος.

72. ἀσπασίως] ἡδέως, ἢ ἀπροσδοκήτως. τοῦτο δὲ διὰ τὴν σύντονον φυγήν.

*Πορφυρίου. γόνυ κάμψειν] οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γό- νυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησὶ, καθεδεῖταί τις τῶν φευγόντων ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει αὑτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.

76. τοῖσι] τούτοις οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν.

77. αὐτόθεν ἐξ ἕδρης] μὴ ἀναστάς· φησὶ γοῦν ἑξῆς “ἂν δ᾿ Ἀγαμέμνων ἵστατο” (249). ἢ οὐ προελθὼν εἰς μέσην τὴν ἐκκλη- σίαν, ἵν᾿ ᾖ, ἀναστὰς ἐδημηγόρει οὐκ ἐν μέσοις, ἀλλ᾿ ἐκ τῆς ἕδρας τῶν βασιλέων. Ἐπαφρόδιτος δέ φησιν ὅτι καθεζόμενος ἐδημηγόρει, ὅπως μὴ ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὅντες· ἢ ὅτι τὸ τραῦμα αὐτὸν ἵστασθαι οὐκ ἐᾷ.

79. * ἑσταότος μὲν —ἐὼν ἀγορητής] Ἀρίσταρχος οὖν ᾠήθη [*](3. νεὼς] νεὸς 24. * Πρφυρίου] om.)

207
παραίτησιν εἶναι τὸν λόγον, ὡς διὰ τὸ τετρῶσθαι τοῦ Ἀγαμέμνονος συγχωρεῖν ἀξιοῦντος εἰ καθήμενος λέγει· καί φησι, διὰ τοῦτο ἐνέθηκε τὸ “αὐτόθεν ἐξ ἕδρης οὐδ᾿ ἐν μέσσοισιν ἀναστάς.” ἄτοπος δὲ ἡ παραίτησις· οὐ γὰρ τὸν πόδα, ἀλλὰ τὴν χεῖρα τέτρωται, καὶ τὴν χεῖρα δὲ οὕτως ἔρρωτο ὥστε ὀλίγον ὕστερον αὐτὸς τὸν κάπρον ἀποσφάττει. κἂν προσκείμενον δὲ τῷ στίχῳ ᾖ τὸ “αὐτόθεν ἐξ ἕδρης,” ἀκουσόμεθα ἐκ τοῦ τῶν ἀριστέων συνεδρίου, ὥστ᾿ ἐν ἐκείνοις ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ τῷ πλήθει. Ἀπολλώνιος μὲν οὖν ὁ διδάσκαλος ἡμῶν, καὶ αὐτὸς συγκαταθέμενος ὅτι ἕστηκεν ὁ Ἀγα- μέμνων, παραιτεῖται, φησὶ, τὸν ὑποβολέα ὡς ἂν ἐκ τοῦ αὐτοσχεδίου λέγειν μέλλων· ἐμοῦ γάρ φησιν ἀκούσατε, καὶ μηδείς μοι ὑποβαλ- λέτω, ἵν᾿ εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιστή- μονι τοῦ λέγειν. καὶ πῶς γὰρ ἄν τις ἐν πολλῷ ὁμάδῳ ἀκούσειε τοῦ ὑποβτάλλοντος, ἢ ὁ ἀκούσας εἴποι; ὥστε καὶ λιγὺν ὄντα δημηγόρον, καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχεδιάζειν, βλάπτεσθαι ἐμποδιζόμε- νον τῷ ἐξ ὑποβολῆς λέγειν ἐν πολλῷ θορύβῳ. εἶχε δ᾿ ἄν τινα λόγον ἡ ἐξήγησις, εἰ ἐγίνωσκεν ὍΙμηρος τὸ τοιοῦτον εἶδος τῆς δημηγορίας, λέγω δὲ τὸ ἐξ ἀναγνώσεως καὶ γραφῆς ὑποβαλλόμενον. Ἀλέξανδρος δὲ ὁ Κοτιαεύς φησι λέγων· καλῶς ἔχει τὸ ἑστῶτος τοῦ δημηγο- ροῦντος ἀκούειν, καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν· τοῦτο γὰρ σημαίνει τὸ ὑββάλλειν· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τὸ γὰρ “χαλεπὸν ἐπιστάμενόν περ ἐόντα” κατὰ Ἀττικὴν συνήθειαν πλεονάζει τὸ ἐόντα· ἐκείνοις γὰρ ἦν σύνηθες λέγειν “μὴ προδοὺς ἡμᾶς γένῃ” ἀντὶ τοῦ μὴ προδῷς καὶ “παίζεις ἔχων” ἀντὶ τοῦ διαπαίζεις. καὶ ἐνταῦθα χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα, ἀντὶ τοῦ τὸν ἐπιστάμενον θορυβεῖσθαι χαλεπὸν, ὡς καὶ τοῦ ἐπιστήμονος ῥήτορος ἐν θορύβῳ χαλεπῶς δημηγοροῦντος. ἐ μοὶ δὲ δοκεῖ δύνασθαί τινα οὕτως ἀποδιδόναι τὴν διάνοιαν. ἐκκλησίας ἀθροισθείσης ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενος τὸν θόρυβον, λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ δεῖν νῦν ὑποκρούειν, ζητοῦντας μαθεῖν τίνος ἕνεκα συνεληλύθασιν· χαλεπὸν γὰρ θορυβεῖν τὸν ἐπιστάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάντες που ἐγίνωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλήλους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων [*](10. παραιτεῖται Bekkerus] παραι- 23. μὴ—γένῃ] Soph. Ai. 588. τεῖσθα 25. γὰρ] περ 11. ὑποβαλλέτω] ὑποβαλέτω ω 30. δεῖν Vill.] δεῖ 13. ἀκούσειε] ἀκου)
208
καὶ ὅτι νῦν κατηλλάγησαν, καὶ ὅτι ἡ σύνοδος διὰ τοῦτο· τὸ οὖν ἐπιστάμένον περ ἐόντα τὰ ὄντα λέγει καὶ ἐνεστῶτα τὸν καθ᾿ ἕκαστον αὐτῶν ἐπίστασθαι, ὡς ἔφη που “ὃς ἤδη τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα” (ΙΙ.1,70). χαλεπὸν οὖν καὶ δεινὸν πρᾶγμά ἐστι τὸ ἐπιστάμενον τὰ ὄντα καὶ ἐνεστηκότα θορυβεῖν, πυνθανόμενον καὶ ἀγνοοῦντα, ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον δι᾿ ὧν ἐπάγει “Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι, αὐτὰρ οἱ ἄλλοι σύνθεσθ᾿ Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες.” λέγει γὰρ ὅτι ἡ ἀπότασις μὲν τοῦ λόγου πρὸς τὸν Ἀχιλλέα ἐστὶν, οὐ πρὸς ὑμᾶς τοὺς εἰδότας δι᾿ ἃ συνεληλύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυβεῖτε, ὦ ἄνδρες, ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπίστασθε γὰρ τὰ πάντα, καὶ ὁ λόγος μοι τὰ νῦν οὐ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τὸν Ἀχιλλέα ἔχει τὴν ἀπότασιν· χαλεπὸν γὰρ τοὺς εἰδότας τὴν αἰτίαν τῆς συνόδου ὡς μὴ εἰδότας θορυβεῖν, καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι, πρὸς ὃν ὁ λόγος ὁ παρὼν ἕστηκε. πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τοῖς ῥήτορσι προοίμια ἐπιγράφεται πρὸς τοὺς θορύβους.

*εἰδὼς ὁ Ἀγαμέμνων ὅτι μέλλει θορυβεῖσθαι ὡς αἴτιος γεγονὼς φθορᾶς τῇ Ἑλληνικῇ στρατιᾷ, ἡσυχίαν ἑαυτῷ προκατασκευάζει λέγων δύσκολον εἶναι ἐν πολλῷ θορύβῳ διαλέγεσθαι. ἔνιοι δὲ καθεζό- μενον τὸν Ἀχιλλέα ὑπενόησαν δημηγορεῖν.

τινὲς ἐσταότως ἀντὶ τοῦ εὐσταθῶς, ἡσύχως, ἀρκούντως, ἐθε- λόντως. οἱ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν καὶ ὑποκρούεσθαι τὸν λόγον, ὡς τὸ “τὸν δ᾿ ἄῤ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς” (ΙΙ. 1, 292). καλὸν οὖν, φησί, σιωπῇ τοῦ ἑσταότος ἀκούειν, καὶ μὴ διακόπτειν ἐξ ὑποβολῆς τὸν λόγον· ὑββάλλειν γὰρ τὸ ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα.

82. βλάβεται] βλάπτω βλάβω ὡς κρύπτω κρύβω. λέγει δὲ ὅτι κἂν λίαν τίς ἐστι σοφὸς, οἱ δὲ λαοὶ μὴ γλωσσοκρατοῖεν, βλάπτεται καὶ οἷον ἐπιλήσμων τῶν λόγων γίνεται.

83. ἐνδείξομαι] οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς.

οἷον διαλέξομαι καὶ πρὸς αὐτὸν ἀπερείσω τὸν λόγον· ὅθεν καὶ ἀριδείκετος, πρὸς ὅν τις δι᾿ ἀξίωμα τὸν λόγον ἀπερείδει. τὸ δὲ σύν- θεσθε δηλοῖ τὸ κατὰ νοῦν λάβετε. βούλεται δὲ αὐτὸν ταπεινοῖς εὐμενίσασθαι λόγοις, καὶ οὐχ ὑψηγορεῖ.

[*](11. ὑποκρούοντες] ἀκούοντες Vill. 25. ὑββάλλειν] ὑβάλλειν)
209

85. τοῦτον] ποῖον τοῦτον; τὸν “ἄρ τι τόδ᾿ ἀμφοτέροισιν ἄρειον” (56). εὔνοιαν δὲ αὐτοῖς παῤ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ δι᾿ αὐτοὺς ὑβρισθέντι.

86. καί τέ με νεικείεσκον] ὁ γὰρ Νέστωρ φησὶ “σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας” (ΙΙ. 9, 109). Θερσίτης “ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγ᾿ ἀμείνονα φῶτα, ἠτίμησεν” (ΙΙ. 2, 240). πιθανῶς δὲ οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει τὴν αἰτίαν. καὶ νῦν γὰρ οἱ ἀδυνατοῦντες ἀπ᾿ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ τύχῃ τῆς εἱμαρμένης τὸ ὅλον ἀναφέρουσιν αἴτιον.

87. τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵν᾿ ᾖ ἡ ἐροφοῖτις, παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα ἢ οἷον ἐρεβοφοῖτις. ἄμεινον δὲ γράφειν ἠεροφοῖτις, ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός.