Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

257. οὗτος ἀνήρ] οὗτος ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ ὀνομά- σαι Ἀχιλλέα· ἐν γὰρ τῷ οὗτος μείζονα τὴν ἔμφασιν εἰργάσατο.

258. ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴδιοι, φησὶν, ἡμῖν ἦσαν εἰς πόλε- μον, τουτέστιν εὖ ἡμῖν ἥττηντο.

261. δείδοικα ποδώκεα Πηλείωνα] ἀναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατʼ ἴδιον ὄκνον ἀναχωρεῖν κελεύει, ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλλέως.

262. ὑπέρβιος] τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἤ ἐστιν, ὑπεράγων τῇ βίᾳ.

[*](22. τὸ δὲ] δὲ om. 25. περιμένετε Bekkerus] περιμένητε)
176

264. δατέονται] μερίζονται τὸν πόλεμον νικῶντες καὶ νικώμενοι, ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ τοῦ πολέμου ἔργα, ὁ μὲν τοξεύων, ὁ δὲ ἀκοντίζων, ὁ δὲ σκυλεύων.

266. ἀλλʼ ἴομεν] ἄκρως προτρέπει ἁρπάσαι τὸν καιρὸν καὶ τοῦ κινδύνου τὴν ἀσφάλειαν προνοῆσαι, οὐχ ὑπόνοιαν, ἀλλʼ ἀλήθειαν βεβαίαν προβαλλόμενος.

269. καιρίως κεῖται τὸ σὺν τε ύχεσιν· ἄοπλος γὰρ ἦν, φησὶ, πρὸς τῷ καὶ νύκτα ἐπιγεγονέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο.

270. γνώσεται αὐτὸν πάσχων παῤ αὐτοῦ κακῶς. διὰ τί δὲ μὴ ἰδία ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι τὸ πλῆθος ἐξαίφνης τὸ πολὺ καὶ ταραχῶδες εἰς ἐκκλησίαν συνέρρευσεν.

271. οὐκ ἐν βλασφημίᾳ ταῦτα καὶ εἰρωνείᾳ φησὶν, ἀλλʼ ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν.

272. εἴθε δέ μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ μηδὲ ἀκουσθείη.

274. νύκτα μέν] διὰ νυκτὸς κρατερῶς βουλευσόμεθα· τὴν δὲ πόλιν οἱ πύργοι σώσουσιν.

σθένος τὴν δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω καὶ οἱ συγγρα- φεῖς δύναμιν καλοῦσι τὸ στράτευμα. φησὶν οὖν ὡς νυκτὸς ἐν ἐκκλη- σίᾳ βουλευσόμενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυ- τοὺς ἠθροισμένοι, ὅ ἐστιν, ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα· τὸ γὰρ εἰν ἀγορῇ νῦν οὐκ ἐν ἐκκλησίᾳ σημαίνει, ἀλλʼ ἐν τῷ ἀθροίσματι.

275. πύλαι] νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν πυλῶν· “ἐν χερσὶ πύλας ἔχετε” (Il. 21, 531)· “ἔρρηξε δὲ πύλας καὶ μακρὸν ὀχῆα” (Il. 13, 124).

277. τὸ πρῶϊ καὶ ἕως ἕκτης ὥρας δηλοῖ· διὸ προσέθηκε τὸ ὑπηοῖοι, ὡς καὶ Φιλήμων φησὶν “μεμίσθωνταί με δείλης πρωΐας” ἀντὶ τοῦ ἀρχομένης δείλης.

278. στησόμεθʼ ἀμπύργους] ἀναγκαίως τῷ προδεδιδαγμένῳ κιν- δύνῳ ἐκ τοῦ μένειν ἀντέθηκε τὴν ἐκ τῆς ἀναχωρήσεως ἀσφάλειαν, καὶ ὅτι ὁ πολέμιος μᾶλλον κινδυνεύσει ἢ ἡμεῖς.

281. πλανῶν, παρὰ τὴν ἄλην, ὡς τὸ “ἐμὸν μένος ἀλυσκάζει” (Od. 9, 457). ὑποφαίνει δὲ ἡ λέξις τὸν μετὰ ἀναστροφῆς ἐλαύ- νοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι εἰς τὴν πόλιν.

[*](15. βουλευσόμεθα] Sic B, non 31. ἀλυσκάζει] Vitiose pro ἠλα- βουλευσώμεθα, ut Bekk. σκάζει.)
177

283. οἷον τεθνήξεται πρότερον ἢ πέρσει, ὡς τὸ “οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1, 29).

284. ὑπόδρα ἰδών] τὸ βλέμμα δηλοῖ ὅτι δυσαρεστεῖ πρὸς τοὺς λόγους.

285. σὺ μὲν οὐκέτ᾿ ἐμοὶ φίλα] τυραννικὴ ἡ ἀνταπόκρισις· οὐ γὰρ ὅτι μὴ σύμφορα εἰσηγήσατο, ἀνατρέπει, ἀλλʼ ὅτι οὐχ ἡδέα.