Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

286. ὁ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν ἐχρήσατο· ὁ δὲ μετατίθησι τὰ ὀνόματα, δυσωπῶν τοὺς ἀκούοντας, ἀλήμεναι λέγων τὸ ἀναχωρῆσαι καὶ “ἐελμένοι ἐνδόθι πύργων.”

288. μέροπες] οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχοντες. οἱ δὲ τὴν κτῆσιν μερισθέντες.

290. ἐξαπόλωλε δόμων κειμήλια καλά] ὁ τοῦ Ἕκτορος λόγος μετὰ τοῦ καλοῦ καὶ τὸ συμφέρον ἔχει, τουτέστι, συμφέροντος μέρος ἐστὶ καὶ τὰ περὶ τῶν χρημάτων, ἃ πολυχρονίῳ πολέμῳ ἐξαναλῶσθαι λέγει. δείκνυσιν ὅτι μείζων ἡ βλάβη πολιορκουμένων ἢ τῇ συμβολῇ κρίσιν διδόντων.

293. ὅτε πέρ μοι ἔδωκε Κρόνου παῖς] στρατηγικῶς μὲν αὐτοὺς ὑπέμνησε τῆς εὐνοίας τῶν θεῶν, βαρβαρικῶς δὲ καὶ ἀλαζονικῶς τὸ πᾶν εἰς ἑαυτὸν ἀναφέρει.

296. εἰ μέχρι τοῦ ἐπιπείσεται προήγαγε τὸν λόγον, ἔννοιαν ἐδίδου ὡς μὴ πειθομένων ἑκοντὶ Πουλυδάμαντι τῶν Τρώων· ὁ δὲ τυραννικῶς τὴν κρίσιν οὐ τῷ πλήθει κατέλιπεν, ἀλλ᾿ ἐπὶ τὴν ἑαυτοῦ ἐξουσίαν περιέσπασεν ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων αὐτῶν.

298. ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς συμμάχους ἔχοι καὶ φύλακας τῶν ἰδίων. ἐμφαίνει δὲ ὡς ὁ Πολυδάμας πλούσιος ὢν δειλιᾷ προκινδυνεύειν. φησὶ γοῦν, ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν αὐτὸς ἔχων πλείστην οὐσίαν, ἐκείνην δημευέσθω· καὶ ἔστι τοῦτο προτρεπτικὸν τοῦ πλήθους. ὑπονοεῖ δὲ τοὺς πλουσίους ὀκνεῖν ἐκστρα- τεύεσθαι δειλιῶντας κινδυνεύειν.

305. εἰ ἐτεόν] καλὸν τὸ διστάζειν καὶ τέως ἔτι μὴ κυρῶσαι ὅτι ἀνέστη. παρὰ ναῦφι δὲ, ἀπὸ τῶν νεῶν.

306. ἄλγιον] ἐπίπονον, ἀδύνατον. εἰς δὲ τὸ ἐθέλῃσι λείπει τὸ μάχεσθαι.

308. πρὸς τὸ δοκοῦν εἶναι ἀναντίρρητον, ὅτι ἀμείνων Ἀχιλλεὺς,

178
ἢ οὔ ἀντέθηκε τὴν ἐν πολέμοις ἀδηλίαν, ὡς τὸ “ἐπιμὶξ δέ τε μαίνε- ται Ἄρης” (Od. 11, 537). ταῦτα δὲ λεγόμενα πρὸς νέους κατα- φρονεῖν διδάσκουσιν, ὡς μὴ ἐχόντων τῶν κρεισσόνων κατὰ τῶν ἐλαττόνων ἐλπίδα. προτρεπτικῶς δέ φησιν ἑαυτὸν ἐπιδώσειν τῷ κινδύνῳ. ἅμα δὲ θαρρεῖ τοῖς ὅπλοις καὶ τῷ ἄοπλον εἶναι Ἀχιλ- λέα.

309. *Πορφυρίου. πρὸς τοὺς ἀδυναμίαν Ὁμήρου κατηγοροῦντας ἐκ τοῦ πολλάκις τὰς αὐτὰς ῥήσεις ποιεῖν ἢ λέγοντας τούς τε ἐκπέμ- ποντας καὶ τοὺς πεμπομένους ἀγγέλους καὶ κήρυκας, ἢ διηγουμένους πράξεις ἢ λόγους ῥηθέντας πρότερον, ἄξιον σημειοῦσθαι ὅτι ποικίλλων αὐτὸς ἑαυτὸν ἄλλως καὶ ἄλλως ἑρμηνεύει διὰ δύναμιν. οἷον εἰπὼν τὸ “ξυνὸς Ἐνυάλιος” καὶ ἐξηγησάμενος πῶς κοινός (“καί τε κτανέοντα κατέκτα”), ἄλλως τοῦτο λέγων φησὶν “ἡ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον” (Il. 11, 410), καὶ πάλιν ἄλλως “ἤ κε φέρῃσι μέγα κράτος ἤ κε φεροίμην” (308) “ἕλοιμί κεν ἤ κεν ἁλοίην” (Il. 22, 253), καὶ πάλιν “νίκη δʼ ἐπαμείβεται ἄνδρας” (Il. 6, 339). πάλιν τὸ τειχίσαι πόλιν καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχος ἢ ὅλως τὰ κυκλο- τερῶς συνέχοντά τι ἑρμηνεύων λέγει “ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει” (Od. 6, 9) καὶ “περὶ δʼ ἕρκος ἔλασσε” (564) καὶ “ἤλασε τάφρον ἐπʼ αὐτῷ” (Il. 9, 349). εἶτʼ ἄλλως ἑρμηνεύων φησὶ “τεῖχος ἐς ἀμφίχυτον” (Il. 20, 145) τὸ πέριξ κεχυμένον. καὶ ἐπʼ οἴκου κύκλῳ περιέχοντος “περὶ δὲ κλισίη θέε πάντῃ” (Od. 24, 208), ὡς τὸ “περὶ δὲ χρύσεος θέε πόρκης” (Il. 6, 320). καὶ ἄλλως “ἐν δὲ μετώπῳ λευκὸν σῆμʼ ἐτέτυκτο περίτροχον ἠΰτε μήνη” (Il. 23, 454). ὅρα δὲ ἄλλων ὀνομάτων ἀφθονίαν ἐν ἑνὶ καὶ ταὐτῷ μέρει. “ἄνδρα” φησὶ “βαλὼν,” καὶ ἐπάγει “τὸν δὲ σκότος ὅσσε κάλυψεν” (Il. 6, 711). εἶτ᾿ “Ἄξυλον δʼ ἄῤ ἔπεφνε,” καὶ ἐπιφέρει “ἀλλʼ ἄμφω θυμὸν ἀπηῦρα” (ib. 12. 17), ἔπειτʼ ἄλλως “Δρῆσόν τʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξεν” (ib. 20), εἶτα “καὶ μὲν τῶν ὑπέλυσε μένος” (ib. 27). αὖθις “Ἀστύαλον δʼ ἄῤ ἔπεφνεν” (ib. 29), ἔπειτα “Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο” (ib. 32)· μεθʼ ἃ ἐπιφέρει “Φύλακον δʼ ἕλε Λήϊτος ἥρως” (ib. 35), εἶτα ἀνάπαλιν “Ἄδρηστον δʼ ἄῤ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλε” (ib. 37), ἔπειτα [*](1. ἣ οὒ] δημοκοπικῶς Bekkerus. 25. ταὐτῷ Bekkerus] ταῦτα 7. *Πορφυρίου] om. 31. Ἄβληρον] αὐληρὸν 13. ἔβαλ᾿] ἔβαλλ᾿)

179
ἐξ ὑπαρχῆς “τὸν δὲ κρείων Ἀγαμέμνων οὖτα κατὰ λαπάρην” (ib. 63). ἔπειτα ὁ Νέστωρ φησὶν “ἀλλʼ ἄνδρας κτείνωμεν” (ib. 70).

311. ἐκ γάρ σφεων] ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ ἐᾷ αὐτοὺς προνοῆσαι τὸ μέλλον, καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγγειλαμένου ὑποστήσεσθαι Ἀχιλλέα. πρός τε τὴν ὅλην ποίησιν πιθανὴν τὴν οἰκονομίαν ὁ ποιητὴς διέθετο. εἰ γὰρ ἔφυγον εἰς τὴν πόλιν, ταὐτὰ τοῖς ἐν ἀρχῇ ἐγένετο, τειχήρεις τε οἱ Τρῶες καὶ πολιορκία· καὶ οὐδʼ ἂν ὁ Ἕκτωρ ἀπώλετο, κωλυόμενος ὑπὸ τῶν δημογερόντων προ- ελθεῖν· καὶ κατέστη ἂν ἐξαγώνιον τὸ λοιπὸν μέρος τῆς Ἰλιάδος.

δείκνυσιν ὅτι τῆς ἑαυτοῦ γνώμης αὐτοκράτωρ ἐστὶν οὐδείς.

316. ἀδινοῦ] λεπτοῦ καὶ ἀσθενοῦς, ὡς διὰ τὸ μὴ δύνασθαι μεῖζον λέγειν· τοιοῦτον γὰρ τὸ φθέγμα τοῦ λυπουμένου. οἱ δὲ δαψιλοῦς, παρὰ τὸ ἄδην.

317. χεῖρας] τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσσι τοῦ ἑταίρου, ἢ τοῖς ἑαυτοῦ στήθεσσιν ἐπιθέμενος τὰς χεῖρας τοῦ ἑταίρου.

318. ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκόνα παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῴῳ, ἀλλὰ λέοντι παραβαλὼν, καὶ τὴν λύπην τῇ λύπῃ ὁμοιώσας· οὐδὲν γὰρ ἂν ἐμφαντικώτερον φανείη πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα τῶν γεγεννηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό τε γὰρ λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε. καὶ ἑκατέρων ἡ λύπη παρα- πλησία, ἀπολειφθέντων τῆς βοηθείας, καὶ ὁ ζητῶν τὸν ἐλαφηβόλον τῷ παρὰ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ.

322. δριμύς] ἡ μεταφορὰ ἀπὸ τῶν γευομένων μετείληπται.

324. περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίᾳ μὴ πλη- ροῦντες τὰς ὑποσχέσεις ἄχθονται.

326. περίκλυτον ἀπάξειν ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης. περιπαθὲς δὲ καὶ τοῦτο, ὅτι φησὶν τοῦ πατρὸς ἀπέσπασα Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος αὐτὸν εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις.

327. Ἴλιον ἐκπέρσαντα] ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα ὁ Ἀχιλλεὺς, πορθούμενον Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπονο- στοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ θανάτῳ μόνον ἀποδύρεται, ἀλλʼ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ τῆς ἐλπίδος προσδοκηθεῖσιν. δῆλον δὲ ὡς οὐδὲν αὐτῷ ἐν Φθία περὶ

180
τῆς εἱμαρμένης ἡ Θέτις εἶπεν· οὐκ ἂν γὰρ ταῦτα ὑπισχνεῖτο, ἀλλʼ οὐδʼ αὐτὸς ἐξῆλθεν.