Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

220. ἢ πλεονάζει ἡ ὑπό, ἢ τὸ ἑξῆς, ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ δηΐων ὕπο θυμοραϊστέων. περιπλομένων δὲ περικαθεζομένων.

εὐλόγως τῷ χαλκεοφώνῳ Ἀχιλλεῖ τὴν χαλκεόφωνον σάλπιγγα εἴκασε· καὶ τῷ εἰς μάχην δὲ βοῶντι ἡ εἰκὼν ἀπὸ πολεμικοῦ ὀργάνου εἴληπται.

230. ἔνθα δέ] ἄδηλον εἰ καθʼ ἑκάστην κραυγὴν ὤλλυντο οἱ δώδεκα, ἢ μόνην τὴν ἐσχάτην. τοσοῦτος δὲ ἦν ὁ τάραχος τῆς φάλαγγος ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπόλλυσθαι.

236. φέρτρῳ] φορείῳ. ἐπʼ ἀσπίδος δὲ ἤ τινος τοιούτου φέρουσιν.

240. ἐπεὶ ὑπέσχετο Ζεύς (Il. 17, 455) “δύῃ τʼ ἠέλιος.” Ἀπόλ- λων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς ἀριστείαν Τρωσὶ δοθεῖσαν παρὰ Διὸς τὴν ἡμέραν. μυθικὸν δέ ἐστι τὸ ὅλον.

245. ἄκρως τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν οὐ στρατηγοῦ καλοῦντος, ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες ἐκκλησιάζουσιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι· καὶ ἰδιώτης δημηγορεῖ, τὸν στρατηγὸν παρωσάμενος.

248. ὁ δέ ἀντὶ τοῦ γάρ.

250. σύστασίν τινα ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγον· [*](35. *ἐσοιήσατο] ἐποιήσαντο)

175
συνετοῦ γὰρ ἀνδρὸς τὸ τὰ μέλλοντα διορᾶν καὶ προνουστικώτερον τῶν ἄλλων φαίνεσθαι, ὅπερ καὶ ἐν λοιδορίας μέρει παραλαμβάνει· “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω.”

πρόσσω τὸ παρελθὸν, ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται δὲ πρόνοια. ὀπίσσω δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστι· καλεῖται δὲ ἀγχίνοια.

251. Ἕκτορι δʼ ἦεν ἑταῖρος] διὸ παρρησιάζεται ἀεὶ πρὸς τὸ συμ- φέρον αὐτῷ, ὥστε δεῖ τοὺς ἑταίρονς οὐ τὰ προσφιλῆ, ἀλλὰ τὰ συμ- φέροντα λέγειν.

ἔννοιαν ἔχει τινὰ γενναίαν τὸ λεγόμενον, ὅτι οὐκ ἐν ταῖς ἡλικίαις, ἀλλὰ παρὰ τὰς φύσεις ἡ σύνεσις τοῖς ἀνθρώποις ἐπιγίνεται.

254. εἰς ἐπίτασιν εὐθὺς αὐτοὺς ἄγει διὰ τῆς εἰσβολῆς, λέγων ὅτι πολλῆς ἐπισκέψεως τὰ παρόντα δεῖται· ἔδει γὰρ πρῶτον τὸν σύμ- βουλον δεῖξαι ὅτι περὶ μεγάλων ἡ σκέψις. καὶ τὸ φίλοι προσαγω- γὸν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν.

255. ἄστυδε νῦν ἰέναι] κεφάλαια συμβουλευτικὰ τὸ καλόν, τὸ δυνατόν, τὸ ἀναγκαῖον, τὸ συμφέρον· ὧν τὸ καλὸν πρὸς δόξαν ὁρᾷ, ὃ καὶ παρῆκε διὰ τὸν καιρόν (τὸ γὰρ ἀναχωρεῖν πλῆρες ἀδοξίας), τοῖς δὲ ἄλλοις ἀγωνίζεται. καὶ γὰρ δυνατόν φησι τὸ ἀναχωρεῖν νῦν, τὸ δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἀδύνατον καταληφθέντας ὑπὸ Ἀχιλλέως· καὶ δυνατὸν τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ καταλάβοι Ἀχιλλεὺς, οὔ. τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύσονται. ἀναγκαῖον δὲ ἡ φυλακὴ τῆς Ἰλίου, νυκτὸς μὲν ἀγρυπνούντων, ἡμέρας δὲ ἀπὸ τεί- χους πολεμούντων. μεγίστην δὲ ἔμφασιν ἔχει τὸ νῦν· ὃ γὰρ ὑπο- βάλλει, τοιοῦτόν ἐστι· νῦν πορεύεσθε· μὴ περιμένετε τὴν μεθʼ ἡμέ- ραν φυγήν· τότε γὰρ πάντως φεύξεσθε βιασθέντες. ἄμεινον οὖν προνοῆσαι τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον.

257. οὗτος ἀνήρ] οὗτος ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ ὀνομά- σαι Ἀχιλλέα· ἐν γὰρ τῷ οὗτος μείζονα τὴν ἔμφασιν εἰργάσατο.

258. ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴδιοι, φησὶν, ἡμῖν ἦσαν εἰς πόλε- μον, τουτέστιν εὖ ἡμῖν ἥττηντο.

261. δείδοικα ποδώκεα Πηλείωνα] ἀναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατʼ ἴδιον ὄκνον ἀναχωρεῖν κελεύει, ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλλέως.

262. ὑπέρβιος] τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἤ ἐστιν, ὑπεράγων τῇ βίᾳ.

[*](22. τὸ δὲ] δὲ om. 25. περιμένετε Bekkerus] περιμένητε)
176

264. δατέονται] μερίζονται τὸν πόλεμον νικῶντες καὶ νικώμενοι, ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ τοῦ πολέμου ἔργα, ὁ μὲν τοξεύων, ὁ δὲ ἀκοντίζων, ὁ δὲ σκυλεύων.

266. ἀλλʼ ἴομεν] ἄκρως προτρέπει ἁρπάσαι τὸν καιρὸν καὶ τοῦ κινδύνου τὴν ἀσφάλειαν προνοῆσαι, οὐχ ὑπόνοιαν, ἀλλʼ ἀλήθειαν βεβαίαν προβαλλόμενος.

269. καιρίως κεῖται τὸ σὺν τε ύχεσιν· ἄοπλος γὰρ ἦν, φησὶ, πρὸς τῷ καὶ νύκτα ἐπιγεγονέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο.

270. γνώσεται αὐτὸν πάσχων παῤ αὐτοῦ κακῶς. διὰ τί δὲ μὴ ἰδία ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι τὸ πλῆθος ἐξαίφνης τὸ πολὺ καὶ ταραχῶδες εἰς ἐκκλησίαν συνέρρευσεν.

271. οὐκ ἐν βλασφημίᾳ ταῦτα καὶ εἰρωνείᾳ φησὶν, ἀλλʼ ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν.

272. εἴθε δέ μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ μηδὲ ἀκουσθείη.