Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

396. κυνώπιδος] ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖται τῇ μητρί.

ἡ μὲν τοῦ παιδὸς δόξαν προέκρινεν· ἡ δὲ Θέτις τὸν ξένον, εἰ καὶ χωλὸς ἦν, οὐκ ἀπεβάλετο.

399. εὐχάριστος ὁ καὶ τῆς ἀπούσης εὐεργέτιδος μνημονεύων. μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναληφθὲν τὸ ταύτης ὄνομα.

185

ἀψορρόου] ταχυρρόου, ἐπειδὴ Ὠκεανός· ἢ παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν τὴν γῆν.

400. πολλά] οὐκ ἀναστρεπτέον τὴν παρά, ἐπεὶ πᾶσα πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ ἀναστρέφεται. σεση- μείωται τὸ “στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεν” (191).

δαίδαλα] μικρὰ τορεύματα· οἰκεῖα δὲ ταῦτα καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς.

401. κάλυκας] ἐμφερῆ ῥόδοις ἐνώτια· οἱ δὲ δακτυλίους· οἱ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φασίν.

403. *μορμύρων] ἀναβράσσων, ἢ θηριούμενος, παρὰ τὴν μορμώ. οὐδέ τις ἄλλος] δεῖγμα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρρήτῳ φυλακῇ, ἵνα μὴ λάθοι ἐπιβουλευθεὶς ὑπὸ Κρόνου.

407. ζωάγρια] χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι διʼ αὐτῆς.

409. ὅπλα] τὰ πρός τι εὔθετα καὶ συνεργοῦντα τῷ τεχνίτῃ.

410. ἀκμοθέτοιο] τοῦ ἐπὶ τῷ ἀκμοθέτῳ ἔργου.

πέλωρ αἴητον] τὸ πέλωρ ἀεὶ ἐπὶ μεγέθους τάσσεται. τὸ δὲ αἴητον ὁ Ἡρωδιανὸς σχηματίζει παρὰ τὸ εἰμί, ἐτόν ἄητον αἴητον, τὸ μέγα καὶ ἀνυπέρβλητον καὶ παρὰ μηδενὶ ὄν. τινὲς δὲ ὁ αἰετηδὸν χωλεύων· τὰ γὰρ γαμψώνυχα τῶν ὀρνέων χωλεύει.

411. ἁραιαί] λεπταί· εἰ δὲ ψιλοῦμεν, βεβλαμμέναι.

415. αὐχένα τε στιβαρόν] ἄνωθεν γὰρ παχεῖς εἰσὶν οἱ τὰ κάτω μέρη πεπηρωμένοι.

λαχνήεντα] ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς τριχο- φυΐας.

416. χιτῶνʼ] ὡς ἐργάτης, οὐ φᾶρος.

424. ἐπαινετὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περιμείνας τὴν αἴτησιν. δείκνυται δὲ καὶ τὸ σύντομον τοῦ ἐπειγομένου ἀποδοῦναι, καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ ἐπαγγελλομένου.

425. πάρος γε μέν] ἐκ τούτου καὶ αὐτὸς ἐπισημαίνεται χρείας ἕνεκεν ἥκειν τὴν Θέτιν, τῷ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν.

429. *Ἥλιος] μετὰ τὴν τελευτὴν Ἡφαίστου τοῦ βασιλέως Αἰγύπτου Ἥλιος ὁ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διεδέξατο, ζήσας ἡμέρας [*](2. τὴν γῆν Vill.] τῆς γῆς Odyss. 8, 266 referenda esse mo- 5. πάῤ οἰσέμεν] παροισέμεν nuit Heynius. 32. Ἥλιος—στραττιώτην] Haec ad)

186
δυοζ΄, ὡς γίνεσθαι ἔτη ιβ΄, μῆνας γ΄, ἡμέρας ε΄. οἱ μὲν γὰρ τὰς ἡμέρας ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῆς σελήνης, ἕτεροι δὲ τοὺς τέτταρας καιρούς· οἱ γὰρ μετὰ ταῦτα δυναστεύ- σαντες καὶ ὑποτελεῖς τὰς χώρας ποιήσαντες ἀπὸ τῆς αὐξήσεως τῶν καρπῶν τοὺς χρόνους διέκριναν καὶ ἐνιαυτοὺς κυρίως ἐκάλεσαν. ὁ τοίνυν Ἥλιος τὴν τοῦ πατρὸς φυλάσσων νομοθεσίαν, εὑρηκὼς μοι- χευομένην γυναῖκα, ταύτην ἐθριάμβευσεν· ὅπερ μετέβαλε ποιητικῶς ὁ Ὅμηρος, ὅτι ὁ Ἥλιος τὴν Ἀφροδίτην ἔδειξε μιγνυμένην τῷ Ἄρεϊ. Ἀφροδίτην μὲν τὴν ἐπιθυμίαν καλέσας, Ἄρεα δὲ τὸν μετʼ αὐτῆς καταληφθέντα στρατιώτην.

ἦ ἄρα δή τις] ἐμιμήσατο ἦθος γυναικεῖον, οὐ περὶ ὧν ἠρώτηται ἀποκρινομένη, ἀλλὰ περὶ ὧν ἐλελύπητο.

431. Ζεὺς ἄλγεʼ ἔδωκεν] καὶ πῶς φησὶν ἡ Ἥρα (Il. 24, 60) “καὶ ἀνδρὶ πόρον παράκοιτιν;” ἢ ὅτι τῶν συμβαινόντων τῷ Διὶ τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι· ἢ ὅτι αὐτὸς αὐτῇ αἴτιος τοῦ γάμον.

433. ἔτλην] οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης.

435. ἀρημένος] βεβλαμμένος τῇ ταπεινώσει τοῦ γήρως.

ἀπὸ κοινοῦ τὸ “ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν.”

437. ἔξοχον ἡρώων] οὐ μόνον υἱοῦ φησὶν, ἀλλὰ καὶ ἀριστέως στερίσκομαι, τὸ δεινότερον.

442. οἰκεῖον μητρὶ τὸ ζώει μοι.

πάντα οὖν δεινὰ, ὅτι καὶ ὠκύμορος καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται.

444. ἀνακεφαλαίωσις αὕτη· κακῶς οὖν Ἀρίσταρχος ἀθετεῖ. πῶς γὰρ οὐκ ἄτοπον τὰ μὲν περὶ τοῦ γάμου παλαιά τε ὄντα καὶ πᾶσι δῆλα λέγειν, σιωπᾶν δὲ διʼ ὃ ἦλθεν;