Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. δέμας πυρός] λείπει τὸ ὡς· ὡς πῦρ γὰρ ἐμάχοντο μετὰ πάσης ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστειρὰν λέγει καὶ ἔμπυρον. ποι- κίλλει δὲ πάλιν μετάγων ἡμᾶς ἐπὶ τὰς σκηνάς. τινὲς δέ φασιν, [*](2. *φιλάλληλον (cum Suida s. παρὰ (*ποτὶ cum Suida) κολοιὸν v. κολοιός)] φιλόφωνον ἱζάνει] παρὰ τὸ κολωὸν εἴκασται)

166
εἰ δέμας τὸ σῶμα, τὸ δὲ σῶμα εἶδος, εἶδος δὲ ὁ τρόπος, δέμας πυρὸς ὁ τρόπος τοῦ πυρός. λέγει δὲ ὅτι ὠλόθρευον ἀλλήλους ὡς πῦρ, ἤτοι ἐμπύρως ἐπολέμουν.

3. προπάροιθε] τοπικῶς ὡς τὸ “κὰδ δʼ ἔβαλε προπάροιθε νεώς” (9, 482). ἀλλὰ καὶ χρονικῶς ὡς τὸ “οὔτις ἀνὴρ προπάροιθε μακάρ- τατος” (Od. 11, 482).

κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων, ὀρθοκεφάλων· κραῖρα γὰρ ἡ κεφαλή.

4. τὰ φρονέοντʼ] οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς.

6. ὤ μοι ἐγώ] περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ τῇ ὑπονοουμένῃ τοῦ φίλον συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς τῶν Ἀχαιῶν στοχάζετσι πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ ζῶντος ἔφυγον, ἧκεν ἂν αὐτὸς πρὸς Ἀχιλλέα.

7. νηυσὶν ἔπι] ἐπὶ τὰς ναῦς. ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ ἐπὶ τοῦ “νηυσὶν ἔπι προέηκα” (439).

ἀτυζόμενοι] βεβλαμμένοι, ἢ φεύγοντες· πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη.

*τινὲς δὲ ἀντὶ τοῦ ἐκπληττόμενοι καὶ ὀδυρόμενοι.

9. διεπέφραδε καί μοι ἔειπε] ὅμοιόν ἐστι τῷ “ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν.”

10. Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ Ὀπόεντος πόλεως, γήμας δὲ ἐν Οἰνώνῃ πόλει Φθιώτιδι γεννᾷ Μενοίτιον τὸν τοῦ Πατρό- κλου· ὅθεν ἀναγκαίως τὸν Πάτροκλον Μυρμιδόνα καλεῖ. διὸ καὶ ἄριστον, οὐ κρείττονα εἶπεν. ἐπὰν γὰρ πρὸς πολλοὺς ὁμογενεῖς συγκρίνωμεν, τῷ ὑπερθετικῷ χρώμεθα, οἷον πλουσιώτατος Ἀλεξαν- δρέων Πτολεμαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ συγκριτικῷ. τὸ γὰρ συγκριτικὸν οὔπω τὴν τελείαν ἔχει λέξιν· ἀμέλει γέ τοι καὶ ἔτι ἐπιτείνεται· τὸ δὲ ὑπερθετικὸν τὸ τέλος εἴληχε. πιθανὸν δὲ τὸ μὴ ὀνομαστὶ περὶ Πατρόκλου προειρηκέναι τὴν Θέτιν· καὶ γὰρ ὁ τῶν χρησμῶν χαρακτὴρ τοιοῦτος, ἐχόμενος τοῦ ἀμφιβόλου.

12. ἢ μάλα δὴ τέθνηκε] ἀντὶ τοῦ λίαν κατείληφα ὅτι τέθνηκε· μάλα οἶδα καὶ πέπεισμαι.

[*](4. νεώς] νεός 16. ἔπι προέηκα] ἐπὶ προέηκεν 5. *οὔτις] οὗτος 22. Ὀπόεντος] Ὀποῦντος Bekk.)
167

13. σχέτλιος] ὁ ἑαυτῷ κακῶν αἴτιος, ὁ τλήμων. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη τοῦ Ἀχιλλέως, ὅτι κατὰ πρόνοιαν τοῦ φίλου ἀπέχεσθαι τοῦ τείχους συνεβούλευεν, οὐ βασκαίνων (Il. 16, 87).

14. Ἕκτορι] ἀπὸ μέρους τοῖς πᾶσι Τρωσίν.

17. δάκρυα θερμὰ χέων] ὥσπερ συναλγῶν ἐπὶ τῇ Πατρόκλου συμφορᾷ ὁ ποιητὴς ἐπιφωνεῖ ὅτι ἀλεγεινὴ ἡ ἀγγελία ἦν τῷ τὸν Πάτροκλον ἀγγεῖλαι τετελευτηκότα.

18. ὤ μοι] περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀναφθέγγεται, οὐκ ἐπὶ τὸν τεθνεῶτα οὐδὲ ἐπὶ τὸν ἀκούοντα, ἀλλʼ ἐφʼ ἑαυτὸν ἀνενεγκὼν τὴν ἀτυχίαν· διὰ γὰρ τοῦ ὤ μοι οἰκειοῦται τὴν συμφοράν. τὸ δὲ Πηλέως ὡς τοιούτου πατρὸς ὢν μετριάζει ταῖς συμφοραῖς. τὸ δὲ λυγρῆς ἔννοιαν αὐτῷ τοῦ δεινοῦ δίδωσιν.

20. κεῖται Πάτροκλος] προδοὺς τὰ ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ προσπεσόντα τὰ δεινὰ τοῖς ἀκούουσιν ἐξίστησιν. κεῖται δὲ, οἷον οὐκ ἀνήρπασται. διὰ δὲ τοῦ ἀμφὶ μάχονται εὐμενῆ τοῖς Ἀχαιοῖς ἀπεργάζεται. ἱκανῶς δὲ ἐτάχυνε τὸν κακάγγελον ἐν ὅλοις τέσσαρσι στίχοις· καὶ ἐν βραχεῖ πάντα ἐδήλωσε, τὸν ἀποθανόντα, τοὺς ὑπερμαχομένους, τὸν κτείναντα. οὐκ ἐζήλωσαν δὲ τοῦτο οἱ τραγικοὶ, ἀλλὰ τοῖς λυπουμένοις μακρὰς ἐπάγουσι τὰς διηγήσεις τῶν συμ- φορῶν.

21. ἀτὰρ τά γε τεύχεʼ ἔχει] δεδήλωκε μετὰ συντομίας τὸ γεγε- νημένον πρᾶγμα ἀναγκαίως, καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως ἀπήγγειλεν· οὐ γὰρ ἔφη, σκυλεύσας τὰ ὅπλα ἔχει, ἀλλὰ μόνον ἐσήμανεν.

23. κόνιν] τὴν σποδόν φησιν.

25. νεκταρέῳ] εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ.

28. δμωαὶ δʼ] φιλοπενθὴς γυνὴ βάρβαρος αἰχμάλωτος, καὶ διὰ τὸ πρᾶον τοῦ ἀποθανόντος καὶ τὴν τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται θρηνοῦσι, πῶς οὐκ ἂν Ἀχιλλεύς; ἐκ περιουσίας δὲ τοῦτό φησι· μὴ μνησθέντος γοῦν οὐδεὶς ἐπεζήτησεν.

34. δείδιε γὰρ] ἐφοβεῖτο γὰρ, φησὶν, Ἀχιλλεὺς μὴ καὶ ἀποδει- ροτομήσῃ Ἕκτωρ τὸν Πάτροκλον· ὁ δὲ Ἀντίλοχος, φασὶ, πρὸς τὸ [*](10. τὸ Bekkerus] τοῦ 17. ἐν ὅλοις] ἐν μόνοις vel ἐν οὐχ 14. προφωνήσει Bekkerus] προσ- ὅλοις Bekk. φωνήσει 29. αὗται Bekk.] αὐταὶ)

168
μὴ ἐπιχέειν τὴν κόνιν κατεῖχεν αὐτόν· ὡς φιλέταιρος δὲ τοῦτο ὑπονοεῖ Ἀχιλλεύς.

35. σμερδαλέον δʼ ᾤμωξεν] θρηνητικὸν ἀνεφθέγξατο. προκατα- σκευὴ δὲ χρειώδης τῆς μεγαλοφωνίας Ἀχιλλέως· “τρὶς μὲν ἀπὸ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεὺς, τρὶς δὲ κυκήθησαν Τρῶες” (228). συνετῶς δὲ οἰμώξαντα μόνον αὐτὸν παρεισάγει· λόγον γὰρ οἰκεῖον εὑρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπλη- γότι.

44. Δεξαμένη] τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. ἀντιτάσσεται δὲ αὐτοῖς τὸ Δαναός Δανάη καὶ κολωνός κολώνη.