Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

557. ἐντρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως, οὗ δέονται πρὸς τὴν μάχην.

[*](8. ἀνέστρεψεν Vill.] ἀνέτρεφεν 20. *ἀνειμένου] φαινομένου)
160

564. ἐσεμάσσατο θυμόν] ἔπληξέ μου τὴν ψυχήν· μάσσασθαι γὰρ τὸ ἅψασθαι· καὶ μέχρι δὲ νῦν ἐν τῇ συνηθείᾳ φαμὲν “ἥψατό μου ὁ θάνατος τοῦ φίλου τοῦδε ἢ συγγενοῦς.”

565. πυρός] διὰ τὸ εὐκίνητον καὶ θρασύ.

567. γήθησεν δὲ θεά] “ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώ- μενοι χαίρουσιν ἀνθρώπων ὕπο” (Eurip. Hippol. 7).

570. πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν (ἦν γὰρ ἀναξία τοῦ ἥρωος ἡ εἰκών), ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν. ἐπὶ τὰ ἐλάχιστα δὲ κατάγεται, τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύπτουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών.

*οὗτος γὰρ ἀποτρεπόμενος εἰς ἄλλον τόπον ἔτρεχεν εἰς τὸν αὐτόν.

575. Ποδῆς υἱὸς Ἠετίωνος] ἐπισημαίνεται πάντα, πόλιν ὄνομα γένος φιλίαν, ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης. εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς, εἶπεν ἂν ὅτι μάλιστα τῶν βασιλέων αὐτὸν ἐτίμα, οὐ τοῦ δήμου. προαπώλοντο δὲ καὶ οἱ Ἀνδρομάχης ἀδελφοί. καὶ τὸ ἀφνειός δὲ δείκνυσιν ὡς ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀνδρομάχης πατρὸς οἶκος ἠρήμωτο.

577. εἰλαπιναστής] σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος.

578. κατὰ ζωστῆρα] πιθανὸν τὸν εἰλαπιναστὴν κατὰ γαστρὸς τυφθῆναι ὑπὸ Λάκωνος ἀνδρὸς, οἵ εἰσι γαστριμαργίας ἐλεύθεροι.

584. ξείνων φίλτατος] ἐπεὶ περὶ φίλου ὀνειδίζει, δεόντως φίλῳ ὡμοίωται πρὸς τὸ αἰσχῦναι αὐτόν.

588. *πρέποντας πολεμίῳ περιτέθεικε τοὺς λόγους ὁ ποιητὴς, ἐπεί τοί γε οὐκ ᾔδει δειλὸν τὸν Μενέλαον· βοὴν γὰρ ἀγαθὸν παντα- χοῦ καλεῖ αὐτὸν, ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον.

594. μαρμαρέην μὲν τοῖς ἀμυνομένοις, τοῖς δὲ καταπονουμένοις ἐρεμνήν.

597. φόβοιο] οὐ δειλὸς, εἴπερ εἴκει Διί. εἰ δὲ πρῶτος, τέτρωται γὰρ καὶ πρόσω τετραμμένος. ὅτι δὲ γενναῖος, συμφεύγουσι πάντες. εἰ δʼ ἀσθενὴς, πῶς ὁ Ποσειδῶν “Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων Πηνέλεών θʼ ἥρωα” (Il. 13, 92).

599. ἐπιλίγδην] ἐπιξεστικῶς. καὶ πῶς ὀστέον ἄχρις; ἢ μᾶλλον κατʼ ἐπιδρομήν.

600. Πουλυδάμαντος] οὐ προειπὼν τὸν τρώσαντα νῦν διεσάφησε, ποικίλλων καὶ χαριτοποιῶν τὸν λόγον τῇ ἐξαλλαγῇ.

[*](15. προαπώλοντο] Bekk. προαπώλλοντο 24. ᾔδει] *οἶδε)
161

605. σκόπει τὸ τῆς ἀπαγγελίας τάχος· προειπὼν γὰρ τὰ περὶ τοῦ Ἕκτορος, ὡς ἐπὶ τὸν Λήϊτον ὥρμησε, νῦν τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται. καὶ φεύγοντας αὐτοὺς ἐγκωμιάζει, ὅτι καίπερ πεφοβη- μένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται.

607. ἐβόησαν φοβηθέντες μὴ πάθῃ τι.

608. Ἰδομενῆος] κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπι- βάντος· πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν. λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος Ἰδομενέως ἧκε τὸ βέλος, καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοὺς ἵππους τροπῆς γεγονυίας, μεσαι- πόλιος ὢν ὁ Ἰδομενεὺς καὶ μὴ δυνάμενος φεύγειν ἀπώλετο ἄν.

617. ὑπὸ γναθμοῖο] ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόν- τος, τοῦ δὲ τῷ ἅρματι ἐπιβεβηκότος. εἰκότως δὲ πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. ἔστι δὲ τὸ ἑξῆς, ἀτὰρ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε, τὸν βάλʼ ὑπὸ γναθμοῖο· τὰ δὲ ἄλλα ἐν μέσῳ.