Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

463. ᾕρει τὸ κατελάμβανεν, ὡς τὸ “ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας·” νῦν δὲ ἀντὶ τοῦ ἀνῄρει.

464. ἱερῷ] τῷ μὴ ἄλλῳ ἐπιβατῷ ἢ Ἀχιλλεῖ.

477. θεόφιν μήστωρ ἀτάλαντος] ἴσος θεοῖς εἰς τὸ κατεργάσα- σθαί τι.

483. ἀπόρουσε] τοῦ ἰδίου ἅρματος, καὶ κατῆλθε πεζῇ πολεμήσων.

486. ἵππω τώδʼ ἐνόησα] εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν ἵππων. προτρέπεται δὲ τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ καὶ ὡς ἀσχάλλοντα τῇ ἀφαιρέσει τῶν ἰδίων ἵππων.

492. βοέῃς] συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν.

507. Αἴαντε] πιθανὸν ἀνακεχωρηκότος Ἕκτορος καὶ τὸν Αἴαντα τολμῆσαι τὸ σῶμα καταλιπεῖν τοῖς μετʼ αὐτὸν ἀρίστοις, ἔνθεν αὐτῷ ἐντυγχάνει.

514. ἐν γούνασι] ἐν τοῖς κόλποις, διὰ τὸ τὰ ἐν αὐτοῖς ἀποκεί- μενα πρόχειρα εἶναι. οἱ δὲ, ἀπὸ μέρους τῇ δυνάμει.

520, 521. ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ ἄνδρα τῷ αἰζηός, ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. ὁ δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπιθε γάρ φησι κεράτων εἰς τὴν ἀρχὴν τῶν νευρῶν. περὶ γὰρ τὰς τῶν κεράτων ῥίζας πυκνὰ καὶ συνεχῆ τὰ νευρὰ καὶ αἱ ἀρτηρίαι κεῖνται.

[*](3. αὐτῷ] ἐν αὐτῷ Bekk. que: v. Meinek. vol. 2 p. 459. 11. ἀλέξειν] ἀλεξεῖν 21. τῇ] *ἐπὶ τῇ 13. ὡς τὸ] Eupolidis versus 31. περὶ] Novi scholii initium apud schol. Arist. Ach. 529 alios- in B.)
159

522. πᾶσαν] ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ νευρὸν, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστὶ διατάμῃ, τῇ δὲ διακοπῇ τῆς λέξεως μεμίμηται τὸ γινόμενον. οὐκ ἀναστρέφεται δὲ ἡ διά, ἵνα μὴ συνεμ- πέσῃ τῇ Δία αἰτιατικῇ, ἡ δὲ ἀντί καὶ ἀμφί ὡς τρίχρονοι. προθορών] βοῶν μὲν οἰκεῖον τὸ προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ ἀνακλᾶσθαι.

523. προθορὼν πέσεν] προπίπτειν μέλλοντα βίαιος οὖσα ἡ πληγὴ ἀνέστρεψεν. ἡ δὲ παραβολὴ πρὸς τὸ προθορεῖν μόνον· καὶ γὰρ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς αὐτός.

524. νηδυΐοισι] τοῖς κατὰ νηδὺν σπλάγχνοις· ἅπαξ δὲ εἴρηται ἡ λέξις.

529. ἔνθα δʼ ἔπειτʼ ἀφίει] τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μηκέτι προϊέναι ἰσχύσῃ, τὸ τηνικαῦτα ἱστάμενος κραδαί- νεται.

538. ἦ δὴ μάν] ἴδιον τῷ παῤ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν ἐχθρῶν.

547. Ἶριν] ὅταν ἐξ ἐναντίας τῷ ἡλίῳ νέφος στῇ πεπιλημένον καὶ πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ καθάπερ ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν τῶν ἀκ- τίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδὲς, τοῦ δὲ ἐν τῷ νέφει μέλανος ἐκλυομένου πρὸς κυάνεον, ἡ κρᾶσις ἀμφοῖν Ἶρίς ἐστι. καὶ Ἀναξαγόρας δέ φησιν Ἶριν νεφέλῃσιν ἀντιλάμπειν τῷ ἡλίῳ. χει- μῶνος οὖν ἐστὶ σύμβολον· τὸ γὰρ περιχεόμενον ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον. τὸ δὲ πορφυρέην, ἀπὸ μέρους τὴν ποικίλην· ἢ ὅτι ἔχει τινὰ πορφυρίζοντα. πιθανῶς δὲ τὴν τῆς θεοῦ κατάβασιν θειοτέρᾳ εἰκόνι ὡμοίωσεν.

553. πρῶτον δʼ Ἀτρέος υἱόν] οὐκ εἰκῆ, ἀλλʼ ἐπεὶ φαίνεται οὗτος μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου.

555. δέμας καὶ ἀτειρέα φωνήν] δύο γάρ ἐστι δι᾿ ὧν μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοίνικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος, καὶ μέλει αὐτῷ λίαν περὶ Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ.

556. κατηφείη] αἰσχύνη, ἀπὸ τοῦ κάτω ἔχειν τὰ φάη.