Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

475. ἰθυνθήτην] εἰς ὀρθὸν κατέστησαν. οὐχ ὡς αἰτίαν δὲ τὸ ἰθυν- θῆναι τοὺς ἵππους παρέλαβε τῆς συνόδου τῶν ἡρώων· οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων μάχονται· ἀλλὰ τὰ περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τὰ περὶ Πάτροκλον μεταβαίνει.

ῥυτῆρσι] ἀντὶ τοῦ ἑλκυστῆρσι, παρὰ τὸ ἐρύω τὸ λαμβάνω. δηλοῖ δὲ καὶ τὸν βοηθὸν, ὡς τὸ “ῥυτῆρα βίου τʼ ἔμεναι” (Od. 21, 173)· παρὰ τὸ ῥύω τὸ σώζω.

481. φρένες] τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαι τὸ μεῖζον καὶ μεγάλας τὰς ἐκπνοὰς ποιεῖσθαι. ἔρχαται δὲ, οἷον εἰργμέναι εἰσίν. αἱμορραγίας δὲ γενομένης θνήσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει σκέπην, καὶ ἔστιν ἀπαθές.

*καὶ οὐ θαῦμα εἰ φθέγγεται. διελθὸν δὲ τὸ δόρυ τὸ διάφραγμα, ὃ καλεῖται φρένες, μέχρι καρδίας ἤνυσεν, ἣν λέγει κῆρ.

ἀδινόν] πυκνὸν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατὰ τὴν οὐσίαν.

487. ἠΰτε ταῦρον] ἡ πρώτη εἰκῶν πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ δὲ δευτέρα πρὸς τὴν στοναχήν. ἅμα δὲ καὶ παρα- βέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς τοὺς ἄλλους Τρῶας ὑπεροχῇ ὡς ταύρου ἐν ἀγέλῃ βοῶν.

491. *τὸ μενεαίνω σημαίνει γ, τὸ λειποψυχῶ, ὡς ἐνταῦθα· καὶ τὸ ὀργίζομαι, ὡς τὸ “νήπιοι οἳ Ζηνὶ μενεαίνομεν” (Il. 15, 104), καὶ τὸ προθυμοῦμαι, ὡς τὸ “μενέαινε κῦδος ἀρέσθαι.”

494. ἐελδέσθω] ἐν ἐπιθυμίᾳ γινέσθω. τὸ δὲ κακός ἀντὶ τοῦ θρασύς. πῶς γὰρ ἂν προτρέπων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλε- μον;

498. κατηφείη καὶ ὄνειδος] αἴτιος αἰσχύνης καὶ ὀνείδους. ἐνά- ρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος, ἀλλὰ τὸ τὰ λάφυρα καταλεῖψαι τοῖς πολεμίοις.

[*](6. *παρατρίψει] παρατρέψει 16. *ἔρχαται] ἔρχεται)
133

500. νεῶν] ἄμεινον παροξυτόνως ἀναγινώσκειν νέων· οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔστι δὲ ὅμοιον τῷ “νέων δʼ ἀλά- παζε φάλαγγας” (Il. 11, 503).

ἀγῶνι] τῷ ἀθροίσματι τῶν νεῶν· οἱ δὲ τῇ μάχη.

502. τέλος θανάτοιο] τέλος θανάτου αὐτὸ τὸ ἀποπνεῦσαι· διαλε- γόμενος γὰρ τελευτᾷ.

504. φρένες] τὰς σωματικὰς λέγει φρένας· κατʼ ἐκεῖνο γὰρ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν ἐξελκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος.

507. λίπεν] διὰ τοῦ ε· τὸ γὰρ ἑξῆς ἐστὶν, ἐπειδὴ τὰ ἅρματα ἐλείφθησαν τῶν ἀνάκτων, τουτέστι τῶν δεσποτῶν ἠρημώθησαν.

508. ἀίοντι] παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς ἐχρήσατο.

515. Ἀρίσταρχος τὸ πλῆρες ἀντὶ τοῦ παντὸς, Ζηνόδοτος δὲ ἀντὶ τοῦ παντί. ἄμεινον δὲ τὸ τοπικὸν, ὡς Ἡρωδιανός. ἡ δὲ δοτικὴ ἀντὶ γενικῆς.

519. τερσῆναι δύναται] οὐ δύναται ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης ποιητικήν.

527. τὸ ἔκλυε ἀντὶ τοῦ ἐπήκουσεν· οὐδέποτε γὰρ ἐπὶ ψιλῆς ἀκοῆς τάσσει τὸ ῥῆμα.

530. Γλαῦκος δʼ ἔγνω] τὸ γὰρ παραυτίκα παῦσαι τὴν ὀδύνην καὶ μένους αὐτὸν ἐμπλῆσαι προφανῶς θεῖον ἦν.

532. πρῶτα μὲν ὤτρυνε] ὑπεκκαύματα τῷ πολέμῳ πάλιν δίδωσιν ὁ ποιητής.

542. δίκῃσί τε καὶ σθένεϊ ᾧ] ταῦτα γὰρ σώζει, τὸ μὲν πόλιν καὶ οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. Αἰσχύλος (fr. 311ª) “ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη, ποία ξυνωρὶς τῶνδε καρτερω- τέρα;” τὴν δίκην δὲ προτάσσει ὡς μᾶλλον τῶν ἄλλων ἁρμόζουσαν βασιλεῖ.

544. ἀλλὰ φίλοι πάρστητε] ἀπὸ τῶν ὀνειδιστικῶν εἰς τοὺς ἱκετι- κοὺς ἧκε, καὶ ἀπὸ τῶν πρὸς τὸν Ἕκτορα ἐπὶ τὸ πλῆθος τὸν λόγον μετήγαγεν.

545. *τὸ ἀεικίσσωσιν ἀντὶ τοῦ ὑβρίσωσιν. αἰκία δὲ οὐχ ἡ ὕβρις μόνον, ἀλλὰ καὶ τὸ αἶσχος, παρὰ τὸ μὴ ἐοικέναι, ὃ δηλοῖ τὸ καθή- κειν, ὥς φησι “δαίνυ δαῖτα γέρουσιν, ἔοικέ τοι οὔτι ἀεικές” (Il. 9, 70), ὡς εἰ ἔλεγε, πρέπει σοι καὶ καθήκει τοῦτο. ὅτι δὲ ἡ αἰκία καὶ [*](1. * νέων] om. 8. *ἐξελκομένῳ] ἐφελκομένῳ)

134
ἐπὶ τοῦ αἴσχους δηλοῖ· εἰπὼν γὰρ “τοῖο, δʼ Ἀπόλλων πᾶσαν ἀει- κίην ἄπεχε χροΐ” (Il. 24, 18), φησὶν αἶσχος, ἄπειρον ἐξηγούμενος τὴν ἀεικίαν “κωφὴν γαῖαν ἀεικίζει μενεαίνων” (ib. 54), ἀντὶ τοῦ ὑβρίζει.

547. τοὺς ἐπὶ νηυσί] παλαιᾶς ἀνδραγαθίας ὑπέμνησεν, ὅπως μὴ ἀπολέσωσιν αὐτὴν τοῖς νῦν.