Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

268. ἑτάροισιν] οὔπω ἐμβάλλουσιν εἰς πόλεμον, ἀλλὰ περὶ αὐτὸν οὖσιν, ἐπεὶ οὐδʼ ἂν ἠκούσθη τῇ βοῇ. καλῶς δὲ ἐπὶ μὲν Ἀχιλλέως ἡσυχίαν ἄγει· νῦν δὲ ἐπʼ ἐξουσίας γεγονὼς παρακαλεῖ γενναίαν καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν ἰσάζεσθαι παρακαλεῖ τοῦ φίλῳ.

271. ὡς ἂν Πηλείδην τιμήσομεν] μέγαν αὐτοῖς ὑπογράφει σκο- πὸν, τὴν Ἀχιλλέως τιμὴν εἰς ἀνδραγαθίαν.

273. γνῷ δὲ καὶ Ἀτρείδης] ἔμφρων ὁ Πάτροκλος ὁ παρόντα μὲν ἐλέγχων μετὰ παρρησίας (“νηλεὲς, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱπ πότα Πηλεὺς οὐδὲ Θέτις μήτηρ”), ὑπὲρ ἀπόντος δὲ τοῦ φίλου ἀπο- λογούμενος. ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις, δεῖξαι σπεύδοντος Ἀγαμέμνονι ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς.

276. ἐν δʼ ἔπεσον] ἀκολούθως τοῖς Ἀχιλλέως παραγγέλμασιν ἐπικρατέως ἐνέπεσον.

278. εἴδοντο Μενοιτίου] αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου υἱὸν, προαναπεφώνηκε δὲ τοῦτο ἀφʼ ἑαυτοῦ ὁ ποιητής.

279. αὐτὸν καὶ θεράποντα] Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα Πατρόκλου ᾤοντο εἶναι Πάτροκλον, Πάτροκλον δὲ Ἀχιλλέα.

280. πᾶσιν] ἀντὶ τοῦ πάντων. ἐνδείκνυται δὲ ὁ ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ τῶν πραγμάτων ἐχο- μένους.

[*](4. * ἐξ ἔθους] εἰς ἔθος 15. * ἐμβάλλουσιν] ἐμβαλοῦσιν)
124

286. νηῒ πάρα πρνμνῇ] καλῶς τῇ κινδυνευούσῃ νηὶ πρώτῃ ἐπι- κουρεῖ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλλεύς “μὴ δὴ νῆας ἕλωσι” (128).

290. ἐκ πλήρους ἡ ἀμφί. τὸ δὲ ἑξῆς, ἀμφί μιν ἤτοι περὶ αὐτὸν οἱ Παίονες ἐφόβηθεν. ἐκ πρώτου δʼ ηὔξηται τοῦ Πατρόκλου ἡ ἀρετὴ, οὐ τὸν τυχόντα ἀνελόντος. πιθανὸν δὲ φεύγειν τοὺς ἄλλους διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος.

293. ἔσβεσεν] τῆς σβέσεως αἴτιος ἐγένετο. σβεννύει δὲ Πά- τροκλος ὅπερ ὁ Ζεὺς ἀνῆψεν. ἐπαινετὰ δὲ τὰ ἔπη ὡς ἐν τῷ τάχει καὶ τὴν ἀξιοπιστίαν ἔχοντα.

294. ἐναργῶς ἔχει τὸ ἡμιδαής· σχεδὸν γὰρ αἴρει τὰς αἰσθή- σεις ἡ τῶν ὀνομάτων αἴσθησις, καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυσιν. τοὶ δʼ ἐφόβηθεν] ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ῥήματος· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι τὴν ναῦν, ἡ τῶν πολεμίων ὑποχώρησις.

297. ὡς δʼ ὅτʼ ἀφ᾿ ὑψηλῆς κορυφῆς] ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον, εἰκότως εἴληπται ἡ παραβολή.

299. σκοπιαί] τόποι ἐπιτήδειοι πρὸς τὴν πόρρω σκοπήν.

300. ὑπερράγη ἄσπετος αἰθήρ] τῶν νεφῶν διαρραγέντων ὤφθη αἰθὴρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν.

303. οὐ γάρ] δαιμονίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δὲ νοῦ γενομένου προτροπάδην τοὺς βαρβάρους φυ- γεῖν.

306. κεδασθείσης ὑσμίνη,] ἄλλος γὰρ ἄλλῃ ἔφυγεν. διὰ δὲ τῶν Μυρμιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας, τοὺς ἡγε- μόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλʼ ἐκθυμότερον ἀφʼ ὧν ἔπαθον ἀμύνονται τοὺς Τρῶας.

308. στρεφθέντος] εἰς φυγὴν δηλονότι.

313. Ἀριστοφάνης ὑφορμηθέντα, ἀντὶ τοῦ ὑποχωρήσαντα· καί οὐκ ἄχαρις ἡ γραφή.

314. πρυμνὸν σκέλος] τὸ ἔσχατον πρὸς τὸν μηρόν. λέγει δὲ τὴν γαστροκνημίαν. ὀρεξάμενος δὲ πρὸς τὸ τύψαι· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα.

315. μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπωδύνους μὲν, μὴ θανασίμους δὲ διὰ τὸ οὐ συνάπτεσθαί τινι τῶν καιρίων. οἱ

125
δέ φασιν ὡς μύες ἐκ νευρῶν εἰσὶ πεπλεγμένοι καὶ σαρκὸς στεριφῆς, ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νευρῶν, αἱ- μορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, τελευταῖον δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ καταπεφύκασιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ πάχιστον αὐτόν φησιν· ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐν τῇ κνήμῃ ἐστὶ καταγόμενος ἐπὶ τὴν πτέρναν, ὃς καὶ τένων καλεῖται.