Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

52. μετὰ σὸν καὶ ἐμὸν κῆρ] ὑπαλλακτικῶς εἶπεν, ἀντὶ τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα.

56. ἀθετοῦνται ὡς περιττοὶ εἴκοσι καὶ δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ ὅτι οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν Ἀχιλλέως. καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα, τί ἐκεῖ (Il. 16, 433) οἰκτίζεται; καὶ ἡ παλίωξις οὐκ ὀρθῶς· ἀφʼ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ “Ἀθηναίης διὰ βουλάς.” διὰ τί γὰρ μὴ Ἥρας, καίτοι παρούσης: ῥητέον οὖν ὅτι τὸ σχῆμά ἐστι προανα- κεφαλαίωσις, ὡς Ὀδυσσεὺς (Od. 16, 258) προαναφωνεῖ Τηλεμάχω τὴν μνηστηροκτονίαν, ἀλλʼ οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. εἰσὶ δὲ τῇ Ἥρᾳ εἰ καὶ μὴ νῦν τερπνὰ, ἀλλʼ οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. πεσεῖν δὲ εἰς τὰς ναῦς ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὡς φαμεν “ἐνέπεσεν εἰς τὰς χεῖράς σου.” οἰκτίζεται δὲ Σαρπηδόνα, κρίνων μὴ ἐν Ἰλίῳ ἀπολεῖσθαι. πόθεν δὲ δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε Ἀθηναίης, ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε. πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατὴν, τὴν ἅλωσιν Τροίας σκιαγραφῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων ὅτι οἱ ταῦτα πρά- ξαντες κρατηθήσονταί ποτε; [*](69. οὐ πρὸ τοῦ Ἀχιλλέα ἐξελθεῖν, ἢ καὶ μετὰ τὸ ἐξελθεῖν, ἀλλὰ 24. *ἧσσον] ἷσοι)

78
μετὰ τὸ τελευτῆσαι Ἕκτορα· ἐξελθόντος γὰρ Ἀχιλλέως οὐκ ἦν παλίωξις.

*παλίωξις δέ ἐστιν ἡ ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ὕστερον πάλιν αὐτοὶ διώκωσι θαρρήσαντες.

70. αἰὲν ἐγὼ τεύχοιμι διαμπερές] τουτέστιν εἰς τὸ αὐτὸ αὐτὴν ἐάσω, καὶ ἄλλην οὐ ποιήσω παλίωξιν.

Ἴλιον] ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής· νῦν οὖν οὐκ ἀπὸ μόνης τῆς πόλεως, ἀλλʼ ὅλου τοῦ τόπου καλεῖ. τινὲς δὲ Ἴλιον ἐκπέρσωσι γράφουσιν.

72. παύσω] ἄνευ τοῦ σ οἱ περὶ Ἡρωδιανόν. διὰ τί δὲ χολᾷ τοῖς Ἕλλησιν οὕτως ; προσποιεῖται τελειῶσαι τὴν ἱκετείαν Θέτιδος, καὶ ἵνα μὴ πάλιν αὐτὸν ἡ Ἥρα ἱκετεύσῃ, ἀπεφήνατο οὕτως.

73. ἐνθάδ᾿] ἔδει εἰπεῖν ἐν τῇ μάχῃ· ἄκυρον γὰρ τὸ ἐνθοάδε. πρὸς σύγκρισιν οὖν Ὀλύμπου τὸ ἐνθάδε· πλησιαιτέρα γὰρ Ὀλύμπου ἡ Ἴδη ὡς πρὸς Ἴλιον.

80. * ὥσπερ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθὼς γῆν καὶ πολλὰ ἱστο- ρηκὼς ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορήματα καὶ ταχέως ἄλλοτε ἐπʼ ἄλλο μεταβαίνει, οὕτω καὶ ἡ Ἥρα τότε ἐκ τῆς Ἴδης ὀξέως παρε- γένετο εἰς τὸν Ὄλυμπον.

ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον εἶπε τὸ νόημα· ἐνταῦθα δὲ καὶ ἐπεξειργάσατο τὸ τάχος, καὶ οὐ παντὶ νῷ προσάπτει τὸν λόγον, ἀλλʼ ἀπλανήτου καὶ συνετοῦ ἀνδρός.

82. *τὸ δὲ ἔνθʼ εἴη ἢ ἔνθα σὺν τῷ ν οἱ᾿ Ἀριστάρχειοι γράφουσι, καὶ σημαίνει τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου ποῖ πορευοίμην. ὁ δὲ λόγος οὕτως, εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην πορευθείην ἢ πορευοίμην.

μενοινήσειε (δηλονότι ὁ ἀνήρ) πολλὰ μέρη τῆς γῆς, καὶ νοήσει ἐν οἷς ἔσται καὶ πορεύσεται.

86. δέπασσιν] οἱ περὶ Ζηνόδοτον ἀγνοήσαντες ἐπέεσ σι γρά- φονσιν· ἐλέγχονται δὲ φανερῶς ὑπὸ τοῦ “Θέμιστι δὲ δέκτο δέπας.”

87. ἡ δʼ ἄλλους μὲν] οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην προὔκρινεν, ἀλλʼ ἔφθασε, φησὶ, τοὺς λοιπούς· διὸ παῤ αὐτῆς λαμ- βάνει αὐτό.

88. γράφουσι μέν τινες θέουσα, ἄμεινον δὲ τὸ φέρουσα· [*](8. Ante τινές Leid. addit ἀθε- δὲ ἔνθ᾿—πορευοίμην 23. *οἱ] om. τεῖται ὁ στίχος οὗτος. 19. Ὄλυμπον] Sequitur in B τὸ 32. φησὶ] φᾶ)

79
ἀκατάστατον γὰρ τὸ θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν ἀεὶ τηρεῖν.

91. ἐφόβησε] οὐ κατὰ προαίρεσιν ἐληλυθέναι ἐποίησεν, ἀλλʼ ὅμοιόν τι φυγῇ παθεῖν.

94. ὑπερφίαλος] ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις, καὶ νῦν μὲν ἐπὶ ψόγου κεῖται, ἀντὶ τοῦ οὐκ ἔνσπονδος, ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου· “ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι” (Od. 21, 289). ἀπηνής δὲ ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ἢ τοῦ νεύειν ἐς ἅ τις βούλεται, ἢ τῶν ἡνίων τῆς χρηστότητος.

95. ἄρχε θεοῖσι] παρὰ γὰρ ἀνθρώποις πολλὰ διὰ μέθην ἄτοπα γίνεται. διδάσκει δὲ ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις γίνεσθαι καὶ σώζεσθαι.

96. μετὰ πᾶσιν ἀθανάτοισιν] ἀντὶ τοῦ ἃ ἐπὶ πάντων ἀθανάτων πιφαύσκεται, οἷον ἐνδείκνυται καὶ οὐ κρυφίως ποιεῖ. ὑπερβολικῶς δέ φησιν, ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός.

98. κεχαρησέμεν] χαροποιήσειν.