Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. ὀλιγηπελέων] ὀλίγον ἔχων τὸ πέλειν.

τινὲς θυμός, ἀντὶ τοῦ ὀργή· ἄμεινον δὲ θυμόν γράφειν, ἵνα δηλοῖ τὸ ἔνδον θερμὸν ἤτοι τὴν ψυχήν.

25. ἀζηχής] σκληρὰ, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι φυτοῖς. λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν.

26. ξὺν Βορέῃ] ἄδηλον πότερον Ἥρα καὶ Βορέας ἀνέπεισαν τὰς θυέλλας, ἢ Ἥρα ἅμα Βορρᾷ καὶ τὰς θυέλλας ἔπεισεν. ἄμεινον δὲ τὸ δεύτερον.

27. ἀτρύγετον τρύγα μὴ ἔχοντα, ἤτοι ἄβυσσον, ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης (Phoen. 210), ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν.

31. οὐκ εἶπεν ἀπατώμενος αὐτὸς παύσεσθαι, ἀλλὰ παύσειν ἐκείνην, τὴν ἑαυτοῦ ἁμαρτίαν αὐτῇ προσάπτων.

36. τόδε] τοῦτο περὶ οὗ καὶ ὁ ὅρκος ἐτέτακτο. κατὰ τῶν προ- γόνων δὲ ἢ τῶν ὁμοιογενῶν ὄμνυσι στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ αἰθέρα καλεῖ ὁ ποιητής. διὰ τριῶν δὲ ἦν ἔθος ὀμνύναι, ὡς Δράκων ἔταξε, Δία Ποσειδῶνα Ἀθηνᾶν· οἱ δὲ Δία Ποσειδῶνα Δήμητρα. ὡς Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (p. 747). καὶ ὁ ποιητὴς “Σεῦ πάτερ Ἀθηναίη καὶ Ἄπολλον” (Il. 2, 371) καὶ “Σεὺς ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος” (Od. 14, 158).

38. δεινότατος] σεβάσμιος, ὡς “δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον” (Il. 18, 394).

40. κουρίδιον] συμπαθῶς δελεάζουσα τῆς ἐκ παίδων μίξεως ὑπέμνησεν. εἰς ὁμόνοιαν δὲ ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς σεμνύνει τὴν κοινωνίαν, ὅρκον αὐτὸν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς φιλότητα καὶ εὐνὴν εἶπεν (32), ἡ δὲ σεμνοτέραις προσηγορίαις. χρῆται, μὴ θέλουσα ἐκφαυλίζειν τὴν κοινωνίαν.

[*](19. *παύσεσθαι] παύσασθαι 25. *κατὰ] ἐπὶ 24. Δήμητρα] δήμητραν 27. ἱστίη] ἑστίη a m. sec.)
77

44. τειρομένους] ἔλεον ὑπὲρ Ἕλλήνων κινεῖ καὶ ὑπεραπολογεῖται Ποσειδῶνος.

45. παραμυθησαίμην] παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος καὶ αἶνος. τοσοῦτον, φησὶν, ἀπέχω τοῦ ἐναντιοῦσθαί σοι ὥστε κἀκείνῳ παραινεῖν.

46. τῇ ἴμεν] ταύτῃ πορεύεσθαι ᾗ ἂν κελεύῃς σὺ, καὶ ἐν παντί σοι ἡγεμόνι χρῆσθαι.

47. μείδησεν] ἢ διὰ τὸ καὶ ὑπὲρ Ποσειδῶνος ἀπολογήσασθαι, ἢ μᾶλλον διὰ τὸ λέχος· ἐνήργει δὲ ἄρα ὁ κεστός.

49. δὴ σύ γʼ ἔπειτα] ἐκ παραλλήλου τὸ ἔπειτα ἀντὶ τοῦ δή, ὡς τὸ “δὴ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο” (Od. 5, 391).

50. ἶσον ἐμοὶ φρονέουσα] ἀντὶ τοῦ ὁμονοοῦσα καὶ ταὐτὸ βουλο- μένη.

51. τὸ τῷ νῦν ἀντὶ τοῦ ὁμοίως.