Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

473. κασίγνητος Ἀντήνορος] εἰκὸς ἀνοχὰς πρὸ τῆς μήνιδος γεγε- νῆσθαι διʼ ὧν συνῄεσαν ἀλλήλοις, ὡς καὶ ἐν τῇ συλλογῇ τῶν νεκρῶν καὶ ταῖς ταφαῖς Ἕκτορος.

475. ἦ ῤ᾿ εὖ γινώσκων] διὰ τῆς ἐπιφωνήσεως τὸ τῶν λόγων ἦθος παρέστησεν ὁ ποιητὴς, ὅτι τὸ ὅλον ἐν εἰρωνείᾳ ἐξέφερεν ὡς ἀμφιβάλλοντος ἐκείνου, ὅτι τῶν δευτέραν ἐχόντων τάξιν οὗτός ἐστιν.

[*](19. *τόπῳ] τόπον 21. *ἰνίῳ] ἡνίῳ.)
70

476. ποικίλως πάνυ ἀνέστρεψε τὰ πράγματα, προτάξας μὲν τὴν ἀναίρεσιν, ἐπαγαγὼν δὲ τί πράττων ἀνῃρέθη.

479. ἰόμωροι] ἰοῖς μοῖραν διδόντες, ἢ περὶ αὐτοὺς κακοπαθοῦντες, ἢ ἰοὺς ὀξεῖς ἔχοντες· μόρον γὰρ τὸ ὀξὺ Κύπριοι, ὅθεν καὶ ὑλακό- μωροι. ὅρα δὲ οἷόν ἐστι τὸ βάρβαρον ἦθος, ἀκρίτως τοῖς ὀνείδεσι χρώμενον.

ἀπειλάων ἀκόρητοι] μὴ πληροῦντες τὰς ἀπειλὰς, ἀτελείωτα καυχώμενοι.

485. Ἄρεως] τοῦ ἐν πολέμῳ θανάτου. οἱ δὲ περὶ Ζηνόδοτον ἀρῆς, ἵν᾿ ἐπὶ πάσης βλάβης λαμβάνοιτο.

488. Ἀκάμαντος] λείπει ἡ κατά. διὰ δὲ τοῦ ὡρμήθη τὴν ἐρωὴν ἐπέφρασεν.

491. Ἑρμείας] τὰς εὐποτμίας καὶ τὸ εὖ βιοῦν καὶ πλουσίως εἰς τοῦτον ἀνάγουσι. μυθολογοῦσι γὰρ ἄγγελον εἶναι καὶ πομπὸν ψυχῶν. οἱ οὖν πολλὰ κεκτημένοι καὶ ζῶντες πλεῖστα τούτῳ τὴν χάριν ἀναφέρουσι. διὸ καὶ τὸ κοινὸν τῶν θεῶν εἰδικὸν αὑτοῦ ἔχει· διάκτορος γὰρ καὶ δώτωρ ἑάων. καὶ κλέπτης δέ ἐστιν, ἐπεὶ εὐχερές ἐστιν αὐτῷ, ὡς τὸ δοῦναι, καὶ τὸ ἀφελέσθαι. ἐπιμελῶς δὲ ἐκτηνοτρόφουν οἱ παλαιοί.

492. μοῦνον τέκεν Ἰλιονῆα] πιθανῶς εἰς τὸ παθητικὸν αὐτὸν μόνον φησὶ γενέσθαι τῷ πατρὶ, καὶ ὅτι τἄλλα αὐτῷ εὖ ἔχει πράγ- ματα, καὶ τετίμηται ὑφ᾿ Ἕρμοῦ. συνιστὰς δὲ τοὺς ἀναιρουμένους θεραπεύει τοὺς ἀναιροῦντας.

493. θέμεθλα] θέσιν, ῥίζαν, θεμέλια. γλήνην δὲ τὴν κόρην, παρὰ τὸ αἰγλήεσσαν εἶναι.

497. φῆ] τὸ ἔφη ῥῆμά ἐστιν, οὐχ ὡς Ζηνόδοτος ἀντὶ τοῦ ως, ἀλλὰ τὸ ἔφη· πέφραδεν ηὔδα ἐκ παραλλήλου ταὐτά. κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλή. εἰκάζει δὲ τὴν ἐπʼ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένην κεφαλὴν τῇ τῷ ἰδίῳ καυλῷ συνημμένῃ κωδείᾳ. λείπει δὲ μετὰ τὸ ἔφη τὸ ως.

504. γανύσσεται] μεταφορικῶς· γάνος γὰρ ἡ χαρὰ καὶ τὸ λάμ- πρυσίμα.

508. ἔσπετε νῦν μοι] οὐκ ἀτόπως τῷ προοιμίῳ χρῆται· καινότης γὰρ γέγονε μάχης ἀμειψάντων τῶν ἀριστέων τὰ ὅπλα.

[*](13. *καὶ] om. 17. δώτωρ] δότωρ 16. *εἰδικὸν] ἰδικὸν 33. ἀτόπως] * ἀσκόπως)
71

509. ἀνδράγρια] ἀθετοῦσι διὰ τὸ ξένον τῆς λέξεως καὶ μὴ κείμενον ἀλλαχοῦ. ἤτοι δὲ τὰ σκῦλα τὰ ἀπὸ ἀνδρῶν ἀγρευόμενα, ἢ ἀντʼ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλ᾿ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν. ἐκ δὲ τοῦ παρακολουθοῦντος τὸ προηγούμενον, ἀντὶ τοῦ τίς πρῶτος τῶν Ἑλλήνων ἀνεῖλέ τινα τῶν πολεμίων; τοῦτο γὰρ ἀποκρίνονται αἱ Μοῦσαι. σημαίνει δὲ σκῦλα ἠγρευμένα παρὰ ἀνδρῶν· ἀγρεῖν γὰρ τὸ λαμβάνειν. δεῖ δὲ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον τοὺς προπεσόν- τας ἐσκύλευσαν.

518. κατʼ οὐταμένην] ἐτυμολογικὸς ὁ τρόπος· οὕτως δέ φησιν ἐξιέναι τὴν ψυχὴν διὰ τὸ ἅμα τῷ αἵματι χωρίζεσθαι αὐτήν.

521. ἐπισπέσθαι] ἐπιδιῶξαι, ἐπακολουθῆσαι τῇ τῶν ποδῶν ὁρμῇ. παροξύνεται δὲ τὸ ἐπισπέσθαι. καὶ τὸ ὅμοιος προπαροξύνεται· τὸ γὰρ ὁμοῖος μεταγενεστέρων Ἀττικῶν ἐστὶν ἐφεύρημα.

1. αὐτὰρ ἐπεί] ἡ ἀναφορὰ πρὸς τὸ “πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον” (Il. 14, 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώ- ξεως προσέθηκεν.

διά τε σκόλοπας] ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς τὸ “διά τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10, 298). ἢ τὸ ἑξῆς, διέβησαν. ἡ δὲ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐιμφαίνει· οὐ γὰρ ἔφυγον “τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο” (Il. 12, 118), ἀλλὰ διὰ τῆς τάφρου.

2. πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν] τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.

3. οἱ μὲν δὴ] οἱ ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτακίδης. ἢ τοὺς ἡνιόχους φησίν· εἶπε γὰρ “ἵππους μὲν θεράποντες ἐρυκόντων” (Il. 12, 76). ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας ἑαυτούς τε τῆς φυγῆς ἀναλαβεῖν καὶ περι- σῶσαι τὰ ἄρματα· διὸ καὶ ἐρητύοντο εἶπεν. ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐτούς. οὐ γὰρ ἀλλήλους ἐκδεχόμενοι· οὐ γὰρ τοῦτο τοῦ τῶν βαρβάρων ἔθους· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φροντίζοντες.

[*](3. *ἀλλ᾿ οὖν] ἄλλον 16. *οἰπὺν ὄλεθρον] om. 31. ἔθουε scripsi pro ἤθους.)
72

4. δείους] εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· “τοίου μιν θάρσευς πλῆσεν” (Il. 17, 573) “ἐξ Ἐρέβευς ἄξοντα κύνα” (Il. 8, 368). ἀλλὰ νῦν ἡ κακοφωνία κράσει ἐποίησεν αὐτὸν χρῆσθαι.

6. ἀναΐξας] ἀνορμήσας τῆς κατακλίσεως, συναισθόμενος τῆς ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν.

ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς] θαυμασίως ἐν τάχει πάντα παρέλαβε, τῶν μὲν τὴν φυγὴν, τῶν δὲ τὴν ἀριστείαν, τοῦ Ποσειδῶνος τὴν βοή- θειαν, τοῦ Ἕκτορος τὴν πάθην, ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς. περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγκαίως ἐπεξερ- γάζεται, ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην χαλεπήνῃ, ἀλλὰ καὶ διὰ τὸν Ἕκτορα, ὃς διʼ αὐτὸν τοιάδε ἔπαθε· φησὶ γο πρὸς Πολυδάμαντα “ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι” (Il. 12, 235) ὡς αὐτῷ πεπιστευκὼς καὶ μαχόμενος.