Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

424. οὐτάσαι ἐγγὺς, βαλεῖν πόρρωθεν.

[*](10, *τοῦτον] τούτων 21. *περιστρέφεσθαι] περιεστρέφθαι 31. *πεσόντι] om.)
68

εἰκότως πολὺ τὸ τῆς σπουδῆς· “αὐτὸς γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ” Il. 6, 403). ὅρα δὲ πῶς ἐπὶ τὸ ἀκρότατον ἐξάγει τὰς ἀγωνίας.

427. τῶν δʼ ἄλλων οὔτις] οὐ μόνον πάντας τοὺς ὑπερμαχοῦντας κατέλεξεν, ἀλλὰ συλλήβδην τοὺς λοιποὺς ἐπιφέρει, ὥστε πάντη πιθανὴν γενέσθαι τὴν σωτηρίαν αὐτοῦ. λέγει δὲ ὅτι τῶν ἄλλων οὐκ ἦν τις ὃς ἠμέλησεν.

429. ἵκεθ᾿ ἵππους] καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ παραγενέσθαι.

433. πόρον λέγει τὸ διαβατὸν μέρος τοῦ ποταμοῦ, διὰ τὸ πορεύσιμον εἶναι.

434. * Πορφυρίου. ἐναντίον δοκεῖ τὸ ἅμα μὲν φάναι “Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,” ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι “ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα” (Il. 21, 196). λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως καθʼ ἑκάτερα· καὶ γὰρ τὸ πάντες δύναται λέγειν ἀντὶ τοῦ πλείους, καὶ ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς καὶ ῥεῦμα, ὅστε τὸν μὲν θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκε- ανοῦ· λέγεται γὰρ ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε.

*ἄλλως. πῶς ποτὲ μὲν λέγει “τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, ἐξ οὗ περ πάντες ποταμοί,” ἑτέρωθεν δὲ “Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς ;” ἡ δὲ λύσις ἐκ τοῦ προσώπου· τὸ μὲν γὰρ ἐκ Διὸς εἶναι ὁ ποιητὴς λέγει, ἐξ Ὠκεανοῦ δὲ ὁ Ἀχιλλεύς. οὐδὲν οὖν ἄτοπον ἐν διαφόροις προσώποις διαφωνίαν συνίστασθαι.

436. ἀμπνύνθη] ἀνεκτήσατο τὸ πνεῦμα, ἔμφρων ἐγένετο.

437. ἑζόμενος δʼ ἐπὶ γοῦνα] κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων καθέζεται· δύο γὰρ στάσεις, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ ἐπὶ τῶν γονάτων· φησὶ γοῦν “στῆ δὲ γνὺξ ἐριπών” (Il. 8, 329). ἔστιν οὖν, ἑζόμενος δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσσεν· ἀνοίκειος δὲ τῷ καιρῷ ἡ ἐνέργεια. πάντα δὲ δυνατῶς πέφρασται, ὡς καὶ ἐπὶ Σαρ- πηδόνος.

438. αὖτις δʼ ἐξοπίσω] ἐναργῶς πάνυ· προσενεχθέντος γὰρ αὐτῷ τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ τὸ αἷμα πάλιν παρείθη.

439. βέλος] τὸ τραῦμα· “ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσοι” (Il. 8, 513).

[*](11. *Πορφυρίου] om. 27. ἀπέμεσσεν] ἀπέμασσεν *ἀνοίκειος] οἰκεία)
69

445. Σατνιόεντος] ἐπήγαγε τὴν αἰτίαν τοῦ ὀνόματος, ἐμφῆναι θέλων διὰ τί Σάτνιος ἐκαλεῖτο.

452. ἀγοστῷ] ἔδει ἀγοστοῖς· φησὶ γὰρ ὅτι τὰς χεῖρας ἐξέτεινεν ὡς πολὺ τῆς γῆς περιλαβεῖν. ἀγοστῷ δὲ τῷ ἕως τοῦ ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος.

454. μεγαθύμου Πανθοίδαο] ἀντὶ τοῦ τὸν ἐμόν. ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον βαρβαρικήν.

456. κόμισε χροΐ] ἐν τῷ ἰδίῳ ἔλαβε σώματι καὶ ἀπηνέγκατο.

457. σκηπτόμενον] σκηριπτόμενον καὶ ἐρειδόμενον. σαρκασμὸς δὲ ὁ τρόπος.

459. Αἴαντι δὲ μάλιστα] ἐπεὶ γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι καὶ τὸ βάρβαρον χλεύ- ασμα.

463. λικριφίς] παρὰ τὸ λέχριον, ὃ δηλοῖ τὸ πλάγιον. ἅπαξ δὲ νῦν καὶ ἐν Ὀδυσσείᾳ (19, 451). ὁ δὲ τόνος ὁμοίως τῷ ἀπρίξ. οἱ δὲ, λίαν ἐγχρίμπτων καὶ προσπελάζων τῇ γῇ.

464. τῷ γάρ ῥα θεοί] τούτῳ γὰρ ἐπεκλώσθη τὸ εἱμαρμένον.

465. ἐν συνεοχμῷ] τῷ συνέχοντι τὸν τράχηλον πρὸς τῇ κεφαλῇ τόπῳ, τουτέστι τῷ τελευταίῳ σπονδύλῳ. γίνεται δὲ παρὰ τὸ ἔχω, ἐχμός, ἐοχμός, συνεοχμός. νείατον δὲ ἀστράγαλον τὸν συνά- πτοντα τὸν τράχηλον τῷ ἰνίῳ, ὃ καλεῖται παρὰ τῶν ἰατρῶν θέσις ἐγκεφάλου. τοὺς δὲ ἐν τοῖς ποσὶν ἀστραγάλους Ἀριστοτέλης φησὶν οὔτε ἄνθρωπον ἔχειν οὔτε ἄλλο τι τῶν μονωνύχων καὶ ἀκεράτων.

467. τοῦ δὲ πολὺ πρότερον] ἐπεὶ τὸ ἡγεμονικὸν περὶ καρδίαν, φησὶν ὅτι τῆς κεφαλῆς πεσούσης ἀκέραιον σὺν τῇ καρδίᾳ ἔμενε τὸ σῶμα. μήποτε δὲ ὑπερβολικῶς τὸ τῆς ἀναιρέσεως τάχος ἐνέ- φηνεν.

470. οὐκ ἀκαίρως καυχᾶται, ἐκείνου κομπάζειν προαρξαμένου.