Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

436. ἀμπνύνθη] ἀνεκτήσατο τὸ πνεῦμα, ἔμφρων ἐγένετο.

437. ἑζόμενος δʼ ἐπὶ γοῦνα] κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων καθέζεται· δύο γὰρ στάσεις, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ ἐπὶ τῶν γονάτων· φησὶ γοῦν “στῆ δὲ γνὺξ ἐριπών” (Il. 8, 329). ἔστιν οὖν, ἑζόμενος δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσσεν· ἀνοίκειος δὲ τῷ καιρῷ ἡ ἐνέργεια. πάντα δὲ δυνατῶς πέφρασται, ὡς καὶ ἐπὶ Σαρ- πηδόνος.

438. αὖτις δʼ ἐξοπίσω] ἐναργῶς πάνυ· προσενεχθέντος γὰρ αὐτῷ τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ τὸ αἷμα πάλιν παρείθη.

439. βέλος] τὸ τραῦμα· “ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσοι” (Il. 8, 513).

[*](11. *Πορφυρίου] om. 27. ἀπέμεσσεν] ἀπέμασσεν *ἀνοίκειος] οἰκεία)
69

445. Σατνιόεντος] ἐπήγαγε τὴν αἰτίαν τοῦ ὀνόματος, ἐμφῆναι θέλων διὰ τί Σάτνιος ἐκαλεῖτο.

452. ἀγοστῷ] ἔδει ἀγοστοῖς· φησὶ γὰρ ὅτι τὰς χεῖρας ἐξέτεινεν ὡς πολὺ τῆς γῆς περιλαβεῖν. ἀγοστῷ δὲ τῷ ἕως τοῦ ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος.

454. μεγαθύμου Πανθοίδαο] ἀντὶ τοῦ τὸν ἐμόν. ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον βαρβαρικήν.

456. κόμισε χροΐ] ἐν τῷ ἰδίῳ ἔλαβε σώματι καὶ ἀπηνέγκατο.

457. σκηπτόμενον] σκηριπτόμενον καὶ ἐρειδόμενον. σαρκασμὸς δὲ ὁ τρόπος.

459. Αἴαντι δὲ μάλιστα] ἐπεὶ γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι καὶ τὸ βάρβαρον χλεύ- ασμα.

463. λικριφίς] παρὰ τὸ λέχριον, ὃ δηλοῖ τὸ πλάγιον. ἅπαξ δὲ νῦν καὶ ἐν Ὀδυσσείᾳ (19, 451). ὁ δὲ τόνος ὁμοίως τῷ ἀπρίξ. οἱ δὲ, λίαν ἐγχρίμπτων καὶ προσπελάζων τῇ γῇ.

464. τῷ γάρ ῥα θεοί] τούτῳ γὰρ ἐπεκλώσθη τὸ εἱμαρμένον.

465. ἐν συνεοχμῷ] τῷ συνέχοντι τὸν τράχηλον πρὸς τῇ κεφαλῇ τόπῳ, τουτέστι τῷ τελευταίῳ σπονδύλῳ. γίνεται δὲ παρὰ τὸ ἔχω, ἐχμός, ἐοχμός, συνεοχμός. νείατον δὲ ἀστράγαλον τὸν συνά- πτοντα τὸν τράχηλον τῷ ἰνίῳ, ὃ καλεῖται παρὰ τῶν ἰατρῶν θέσις ἐγκεφάλου. τοὺς δὲ ἐν τοῖς ποσὶν ἀστραγάλους Ἀριστοτέλης φησὶν οὔτε ἄνθρωπον ἔχειν οὔτε ἄλλο τι τῶν μονωνύχων καὶ ἀκεράτων.

467. τοῦ δὲ πολὺ πρότερον] ἐπεὶ τὸ ἡγεμονικὸν περὶ καρδίαν, φησὶν ὅτι τῆς κεφαλῆς πεσούσης ἀκέραιον σὺν τῇ καρδίᾳ ἔμενε τὸ σῶμα. μήποτε δὲ ὑπερβολικῶς τὸ τῆς ἀναιρέσεως τάχος ἐνέ- φηνεν.

470. οὐκ ἀκαίρως καυχᾶται, ἐκείνου κομπάζειν προαρξαμένου.