Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

392. ἐκλύσθη] ἐκλυδωνίσθη σνναγανακτοῦσα Ποσειδῶνι καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ ὅτι πρὶν εἰπεῖν τι τῶν κατὰ τὴν μάχην, θορυβεῖ τὸν ἀκροατήν.

394. οὔτε θαλάσσης κῦμα] περισπούδαστόν τι δηλοῖ τὰς τοιαύτας πληθύνων παραβολάς. τρία δὲ ταῦτα ἴσμεν ἐν ἀνθρώποις ἰσχυρότατα, θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν. παρέλαβε δὲ αὐτὰ πρὸς αὔξησιν, καί φησιν, οὔτε κῦμα πελάγιον περιρρησσόμενον ἄκρῳ τόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου, εἶτα τὸν βρόμον τοῦ πυρὸς οὐ κατοικιδίου, ἀλλʼ οὔρεος ἐν βήσσῃς, ὅ ἐστι κοιλώμασι· ψιλαὶ γὰρ αἱ ἀκρώρειαι, ὡς εἶναι ὅλου ὄρους ἐμπρησμόν. εἶτα ὁ ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως θέων, ἀλλὰ διʼ ἀντιτύπων· [*](5. ὑδρορροή] ὑδροροή 13. *ἴδε] εἶδε 6. ἀναρροή] ἀναροή 20. πολίτου Bekk.] πολεμίου *ὁλολάμποις] ὁλολάμπροις 32. *ψιλαὶ] ὑψηλαὶ)

67
περὶ δρυσὶ γὰρ ὑψηλαῖς ἀντιτετειχισμέναις τῷ πνεύματι. οὐ παρα- βολαῖς δὲ χρῆται, ἀλλʼ ὑπερθέσεσιν, ὡς οὐκ ἔχων εἰκάσαι τὴν φωνὴν διὰ τὸ μέγεθος. ἑκάστη δὲ τῶν εἰκόνων ἐν ἄλλοις κατʼ ἰδίαν χρη- σάμενος, νῦν πάσας ἅμα παραλαμβάνει.

διὰ τοῦ βοάᾳ δηλοῖ ὡς οὐκ εἰς ὁμαλὴν ἠϊόνα ἐκπίπτει, εἰς ἀνώ- μαλον δὲ χέρσον, καὶ πνοιῇ βορέαο, ὃς εἴωθε κύματα μακρὰ κυλίνδειν. ἀλεγεινῇ δὲ, ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν.

402. ἀκόντισε φαίδιμος Ἕκτωρ] ἄρχει τῆς συμβολῆς ἅμα μὲν ὡς προπετὴς καὶ ἐπαιρόμενος, ἅμα δὲ καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξάμενον τῆς συμβολῆς καὶ κακόν τι παθεῖν. οὐ συστάδην δὲ ἀγωνίζεται, πειραθεὶς αὐτοῦ ἐκ τοῦ μονομαχίου.

406. τώ οἱ ῥυσάσθην] τινὲς ὑπονοοῦσι θώρακα καὶ αὐτὸν μὴ ἔχειν. ἐκ τοῦ λέγειν, οἱ δύο τελαμῶνες αὐτὸν ἔσωσαν, κακῶς· διὰ γὰρ τὸ ἀτελὲς τῆς βολῆς τοῦτο μόνον λέγει.

χώσατο] ἐς ἂν εἰδὼς ὅτι παρώξυνται ὁ ἄριστος ἐπʼ αὐτῷ εἰς ὑποχώρησιν ἐτράπη.

408. ἐχάζετο] οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλʼ οἷον ὑποχω- ροῦντα.

410. ἔχματα] ἐρείσματα πρὸς τὸ μὴ ἔνθα καὶ ἔνθα κλίνεσθαι.

413. τινὲς τὸν ἄτρακτον, ἀπὸ τοῦ περιστρέφεσθαι· οἱ δὲ τὸν βέμβικα· οἱ δὲ στρογγύλον λίθον. ὑπεροχὴ δὲ ῥώμης ἄνδρα τηλι- κοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ τοῦ λίθου ἀκούουσι· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη; πῶς τε δρυὶ εἰκάζε- ται, ἡ πεσοῦσα αὐτοῦ μένει;

414. ὁ Αἴας Διὶ εἴκασται, ὁ λίθος κεραυνῷ, ὁ Ἕκτωρ δρυῒ μεγίστῃ πεσούσῃ ἐκ ῥιζῶν.

415. πρόρριζος] ἱστορικῶς· ἅπαντα γὰρ τὰ διόβλητα τῶν δέν- δρων ἐκ ῥιζῶν ἀνασπᾶται.

419. ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη] ἐπʼ αὐτῷ (δηλονότι τῷ δόρατι) πεσόντι ἐπισυνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ ἡ κόρυς· ἅμα γὰρ ὅλῳ συγκατηνέχθη τῷ σώματι.

424. οὐτάσαι ἐγγὺς, βαλεῖν πόρρωθεν.

[*](10, *τοῦτον] τούτων 21. *περιστρέφεσθαι] περιεστρέφθαι 31. *πεσόντι] om.)
68

εἰκότως πολὺ τὸ τῆς σπουδῆς· “αὐτὸς γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ” Il. 6, 403). ὅρα δὲ πῶς ἐπὶ τὸ ἀκρότατον ἐξάγει τὰς ἀγωνίας.

427. τῶν δʼ ἄλλων οὔτις] οὐ μόνον πάντας τοὺς ὑπερμαχοῦντας κατέλεξεν, ἀλλὰ συλλήβδην τοὺς λοιποὺς ἐπιφέρει, ὥστε πάντη πιθανὴν γενέσθαι τὴν σωτηρίαν αὐτοῦ. λέγει δὲ ὅτι τῶν ἄλλων οὐκ ἦν τις ὃς ἠμέλησεν.

429. ἵκεθ᾿ ἵππους] καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ παραγενέσθαι.

433. πόρον λέγει τὸ διαβατὸν μέρος τοῦ ποταμοῦ, διὰ τὸ πορεύσιμον εἶναι.

434. * Πορφυρίου. ἐναντίον δοκεῖ τὸ ἅμα μὲν φάναι “Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,” ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι “ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα” (Il. 21, 196). λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως καθʼ ἑκάτερα· καὶ γὰρ τὸ πάντες δύναται λέγειν ἀντὶ τοῦ πλείους, καὶ ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς καὶ ῥεῦμα, ὅστε τὸν μὲν θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκε- ανοῦ· λέγεται γὰρ ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε.

*ἄλλως. πῶς ποτὲ μὲν λέγει “τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, ἐξ οὗ περ πάντες ποταμοί,” ἑτέρωθεν δὲ “Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς ;” ἡ δὲ λύσις ἐκ τοῦ προσώπου· τὸ μὲν γὰρ ἐκ Διὸς εἶναι ὁ ποιητὴς λέγει, ἐξ Ὠκεανοῦ δὲ ὁ Ἀχιλλεύς. οὐδὲν οὖν ἄτοπον ἐν διαφόροις προσώποις διαφωνίαν συνίστασθαι.