Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή] καθελὼν τὸ τεῖχος ὁ ποιητὴς, καὶ τοὺς Τρῶας εἰσαγαγὼν, καὶ ἀναλώσας τὰ πολλὰ περιπτώματα καὶ τὰς ἐνεργείας τῶν λόγων, τὴν ἐπὶ ταῖς ναυσὶ μάχην ὑπερτίθεται διὰ Νέστορος καὶ τῆς τοῦ Διὸς κοιμήσεως, καὶ δείκνυσιν ὡς ἄκων ἐλιμπάνετο Νέστωρ τῆς μάχης συνὼν Μαχάονι διὰ τὸ αὐτὸν αἴτιον εἶναι τῆς τῶν ἄλλων σωτηρίας. ἀπάγει οὖν ἡμᾶς ἀπὸ τοῦ ὁμοειδοῦς, [*](7. *Πορφυρίου] om. 26. ἔξαλμα] Conf. Apollon. de adverb. p. 624, 7.)

38
μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν. οὐχ ὅτι δὲ πα- ράδοξον τὸ πίνοντα κραυγῆς ἀκοῦσαι, τοῦτο λέγει, ἀλλʼ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ πολέμου γινόμενα· ἐπάγει γοῦν (4) “μείζων δὴ παρὰ νηυσὶ βοή,” ὥστε καὶ πρὸ τῆς βοῆς προσεῖχεν. δηλοῖ δὲ ὡς οὐδὲν ἡ χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν ἐμποδὼν γίνεται τοῖς σπουδαίοις.

ἰαχή] τὸ ἰδίωμα, φησὶ, τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς πάλαι πολέμων εὗ εἰδότα. τὸ δὲ λανθάνειν δηλοῖ καὶ τὸ ἀκούειν μὲν, ἐθελον- τὴν δὲ παραιτεῖσθαί τι.

πίνοντά περ ἔμπης] ἀκολάστως, φασὶ, καὶ ὡς μέθυσος πίνει. τάχα οὖν τὸν κυκεῶνα πίνειν φησὶν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ ἰαχὴ, καὶ τὸ ἑξῆς οὕτως, ἀλλὰ καὶ πρὸς τὸν Ἀσκληπιάδην πίνοντα ἔφη. ὁ δὲ Ἀρίσταρχος ἀντὶ τοῦ ὁμοίως τῷ Μαχάονι, ὡς τὸ “σὺ δὲ χαῖρε καὶ ἔμπης” (Od. 5, 205). παρών τε καὶ ἀπών. τόν τε πέρ πλεονάζειν, ὡς τὸ “ἔφυγόν περ αἰπὺν ὄλεθρον” (Od. 17, 47).

2. ἡ πρός πρὸς τὸ Ἀσκληπιάδην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υίὸς ὁ Μαχάων.

3. * τὸ ἔσται τοῦ γενήσεται διαφέρει· τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς “ἔσται γέρων,” τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος, ὡς τὸ “γενήσεται παῖς.”

4. θαλερῶν] ἀπὸ τῶν νέων ἔτι καὶ θαλλόντων φυτῶν παρείληπται ἡ μεταφορά. λείπει δὲ τῷ λόγῳ τὸ ἔστιν.

5. ἀντὶ τοῦ πῖθι, ὡς τὸ “διεφαίνετο χῶρος πιπτόντων” (Il. 10, 199) ἀντὶ τοῦ πεσόντων. ὡς ἐπιπολαίας δὲ οὔσης τῆς πληγῆς, ἅμα δὲ καὶ ὡς ἰατρὸς ὢν καταφρονεῖ τῆς διαίτης καὶ πρὸς τὸ ποτὸν ἀδιαφορεῖ.

6. εἰσόκε θερμὰ λοετρά] προανακτησάμενος αὐτὸν τῷ κυκεῶνι, τότε λούει, ἀλλʼ οὐκ εὐθέως, ἵνα μὴ ἀτονῶν γένηται ἀτονώτερος, οὐ τὰ θερμὰ δὲ θερμήνῃ, ἀλλὰ θερμήνῃ ἅ ἐστι θερμαντικὰ μετὰ τὸ θερμανθῆναι.

7. βρότος μὲν ὁ ἐξ αἵματος ῥύπος, βρωτὸν δὲ τὸ ἐσθιόμενον, καὶ βροτὸς ὁ φθειρόμενος ἄνθρωπος. ἀναστρεπτέον δὲ τὴν πρόθεσιν πρὸς τὸ λούσῃ.

8. εἴσομαι] ὄψομαι, ἢ γνώσομαι. περιωπὴ δὲ πᾶν ὅθεν ἔστι περιοπτεύειν. λέγει δὲ ἢ κρημνόν τινα ἢ πρύμναν νεώς.

39

9. τετυγμένον] εὔτυκτον, ὡς τὸ ὀρυκτὴν τάφρον καὶ, πύλας ποιη- τάς· ἐν γὰρ πᾶσι λείπει τὸ εὖ.

11. διδάσκει ὅπως δεῖ περὶ κτημάτων πατέρας πρὸς παῖδας καὶ παῖδας διακεῖσθαι πρὸς πατέρας, μηδὲν ἡγουμένους οἰκεῖον. τάχα γοῦν ὑποχωρῶν τῆς μάχης ὁ Νέστωρ τὴν κρείττονα ἀσπίδα τῷ υἱῷ κατέλιπεν.

12. ἄλκιμον εἴρηται κατὰ τὴν πρὸς τὸν φοροῦντα ἤτοι κομίζοντα ἀναφοράν. ἀκάχμένον δὲ ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρὸν, ἀντίτυπον.

13. τάχα δʼ εἴσιδεν ἔργον ἀεικές] δαιμονίως τὴν ἔπειξιν τοῦ πρεσβύτου παρέστησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκοπεῖ, ἀλλʼ ἄμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι· ἦσαν γὰρ ἔγγιστα. τάχα δὲ τὸ ταχέως.

15. Τρῶας ὑπερθύμους] τῇ ἐπιφορᾷ διέλυσε τὴν ἀμφιβολίαν, ὡς τὸ “ἡ δʼ ἑτέρη θέρει προρέει” (Il. 22, 151)· ἐδήλωσε γὰρ ὡς ἡ ἄλλη χειμῶνος ῥεῖ.

ὡς φιλέλλην αὔξει τὴν συμφορὰν, ἐπεὶ οὐ πᾶν, ἀλλὰ μόνη πέπτωκεν ἡ ἔπαλξις.