Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

799. φαληριόωντα] λευκανθίζοντα τῷ ἀφρῷ ὡς καὶ οὗτοι τῇ παντενχίᾳ.

*ἐκ τοῦ φῶ τὸ φαίνω, ὁ μέλλων φάσω, ἀφʼ οὗ καὶ φαλόν τὸ λαμπρὸν, ἐξ οὗ καὶ φάλαρον (“καπφάλαρʼ εὐποίητα Il. 16, 106)· ἐξ αὐτοῦ καὶ φαλακρός ὁ τὸ κάρα φάλαρον ἔχων, τουτέστι λαμ- πρόν. καὶ ὥσπερ ἔρευθος ἐρευθιῶ, οὕτως καὶ φάλαρον φαλαριῶ, καὶ τροπῇ τοῦ α εἰς η φαληριῶ.

800. πρὸ μὲν πρόσω μέν, ἐπί ὀπίσω.

806. προποδίζων] ἡρέμα ἕτερον ἐφʼ ἑτέρῳ πόδα τιθείς.

807. ὑπασπίδια προβιβῶντι] μετὰ πολλῆς ἀσφαλείας βαίνοντι. τῷ δὲ βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβαρον ἐνδει- κνύμενον τὴν εὐψυχίαν.

810, 811. δαιμονίως τῷ ἤθει χρῆται· τὸν μὲν γὰρ κίνδυνον ἴδιον αὐτῷ καθίστησι διὰ τοῦ σχεδὸν ἐλθέ, τὴν δὲ ἀρετὴν κοινὴν ἀπάν- των· “οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν”

814. ἄφαρ ῥᾳδίως. τινὲς δὲ, ἐλπίζει ἄφαρ ἐξαλαπάξειν, εἰσὶ δὲ χεῖρες καὶ ἡμῖν ὥστε ἀμύνειν. ἢ εἰσὶ καὶ ἡμῖν χεῖρες ὥστε ἄφαρ ἀμύνειν.

817. σοὶ δʼ αὐτῷ φημὶ] οὐ προμαντεύεται, ἀλλὰ στοχάζεται· ἤκουσε γὰρ καὶ Ἀχιλλέως “ἀμφὶ δέ τοι τἠμῇ κλισίῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀίω” (Il. 9, 645)· ὅθεν καὶ τὸ περισσὸν ὑποφαίνει.

[*](5. σημείων] *στοιχείων 27. τι et εἰμεν addidit Bekk. 24. εὐψυχίαν Bekk.] εὐτυχίαν 28. ἐξαλαπάξειν] ἐξαλαπάζειν)
37

824. ἁμαρτοεπές] τῶν βελτίστων λόγων ἁμαρτάνων. ἐπιλέλησται δὲ τοῦ “ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν” (Il.7,288).

βουγάῖε] τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ δρομικὸν, ὡς Ἀχιλλεὺς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι γαίων. βουκαῖος δὲ ὁ ἀγροῖκος, ὡς Νίκανδρος “βουκαῖός τʼ ἀλέγοι καὶ ὀροιτύπος.”

*Πορφυρίου. τὸ βουγάῖον ἀκουστέον διὰ τὸ ὑπερμεγέθη ἔχειν βοείαν ἀσπίδα, ὡς εἰ ἔλεγεν ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς κύδεῖ γαίων. ἐνὶ δὲ τοῦ Ἴρου “νῦν μὲν μήτʼ εἴης βουγάῖs μήτε γένοιο” (Od. 18, 78) χαριεντιζομένου ἀκουστέον διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἂν ἔχοντος ἀσπίδα. λέγει δὲ μὴ εἴης μέγας μηδὲ γένοιο μέγας, ᾧ ὅμοιον τὸ “ἦ μάλα Ἶρος ἄῖροςʼ (ib. 72) “ἀπαγγέλλων ὅτε πού τις ἀνώγοι” (ib. 7). τούτῳ ὅμοιον τὸ “οὕτω γάρ κεν δή μοι ἐῦκλείη τʼ ἀρετή τε εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα” (Od. 14, 402)· ταὐτὸ τῷ εἴη καὶ γένοιτο.

825. αἱ γάρ] τέσσαρα εὔχεται, καὶ παῖς Διὸς εἶναι, καὶ ὡς θεὸς ἀεὶ, καὶ ἐξ Ἥρας, καὶ ἴσος Ἀθηνᾷ καὶ Ἀπόλλωνι.

830. μακρόν] τὸ μέγα, ἢ τὸ κατὰ βάθος ἐρχόμενον. λειριόεντα δὲ εὐτραφῆ καὶ ἀνθηρόν. χρόα δὲ λέγει τὴν ἕως ὀστῶν σάρκωσιν.

831. σημειωτέον τὸ ἔπος· ὁ γὰρ περὶ λύμης σώματος ἀπειλῶν περὶ σῶμα αἰκισθήσεται.

835. ἐπίαχον] δηλονότι ἀνθιστάμενοι, ὥστε ἐκ τῆς ἑκατέρων βοῆς μέγαν τινὰ ἦχον γενέσθαι.

837. ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς] ἐν τάχει τὸ μέγεθος τῆς βοῆς ἐσήμανεν εἰς ὅσον ἤρθη· Διὸς γὰρ αὐγὰς λέγει τὸν οὐρανόν· τὸ δὲ μέγιστον ἔξαλμα οὐρανός ἐστι καὶ γῆ.