Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

207. υἱωνοῖο] τοῦ Ἀμφιμάχου δηλονότι, ὃν ὁ Ἕκτωρ ἀνεῖλεν.

210. δουρικλυτός] ἁρμόδιον τὸ ἐπίθετο· οἱ γὰρ λοιποὶ Κρῆτες τοξόται μόνον ἦσαν.

211. ἑταίρου] λείπει τὸ τίνος· οὐ γὰρ ἐξ ὀνόματος αὐτὸν ἐκάλε- σεν ὅστις ἦν. λέγει δὲ ὅτι συνήντησεν αὐτῷ ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς ἑταίρου, οὗ καὶ ἡ σκηνὴ πλησίον τῆς μάχης ἦν, καὶ εἰς τὴν ἰδίαν πόρρω οὖσαν ἀπιών. πρὸ Μηριόνου δὲ ἀναχωρεῖ τῆς μάχης.

212. ἰγνύην λέγει τὸ ὀπίσω τοῦ γόνατος μέρος, παρὰ τὸ ἱκνεῖ- σθαι. ἦλθε δὲ ἀντὶ τοῦ ἀπηνέχθη εἰς τὴν σκηνήν.

216. εἰσάμενος φθογγὴν] ἀπὸ μέρους δηλονότι τὸ ὅλον σῶμα.

219. Ἰδομενεῦ] ὁ μὲν ἀκροατὴς ἀκούσας τὸ “καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη” προσδοκᾷ τινὰ συμβολὴν πολέμου γενέσθαι μεγίστην· ὁ δὲ ποιητὴς φιλοποίκιλος ὢν ἄλλα ἐπεισάγει, τὴν συνάν- τησιν αὐτοῦ, τὴν ἐρώτησιν καὶ ἀπόκρισιν, τὸν ὁπλισμὸν Ἰδομενέως, καὶ ἕτερα. ἀπειλαὶ δὲ αἱ καυχήσεις.

224. οὔτε τις ὄκνῳ] πάντα περιέλαβεν ἐξ ὧν ἄν τις αἰτιαθείη· ἢ γὰρ διʼ ἀπειρίαν ἢ διὰ δέος ἢ διʼ ὄκνον φεύγουσι τὰ δεινά.

228. μενεδήϊος] μένων τοὺς δηΐους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ἄλλους προτρέπεται.

233. κυνῶν μέλπηθρα γένοιτο] παίγνια· μετὰ κόρον γὰρ σφαι- [*](1. *τοῦ T.] τοῦ om. 2. τεμεῖν] ἀποτεμεῖν Bekkerus.)

12
ρίζουσι καὶ διαρριπτοῦσιν οἱ κύνες τὰς σάρκας, λέων δὲ τὸ πᾶν ἐσθίει.

235. ἀλλʼ ἄγε] Ἑλληνικῶς τε καὶ λίαν φιλαλλήλως εἰς προθυ- μίαν ἀλείφουσιν ἀλλήλους, ὃ χαρακτὴρ γενναίων.

236. σπεύδειν] μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν.

237. οὐδεμίαν καταλείπει τοῖς γενναίοις πρόφασιν εἰς τὸ μὴ ἀνδρίζεσθαι, εἴγε καὶ δειλοὶ ἀλλήλοις συνιόντες συμφέροντα δρῶσιν ἔργα. εἰ γὰρ τῶν μάλα λυγρῶν συμφέρουσα γίνεται ἡ ἀρετὴ, πόσῳ μᾶλλον τῶν γενναίων;

238. νῶϊ δέ] τὸ φορτικὸν ἐξέφυγεν, εἰπὼν ὅτι καὶ γενναίοις ἰσόμαχοί ἐσμεν ἡμεῖς· ἐπιστάμεθα γὰρ ἀντὶ τοῦ δυνάμεθα.

242. ἀστεροπῇ ἐναλίγκιος] πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ πρὸς τὸ τάχος τοῦ φοροῦντος ἡ ὁμοίωσις. οὐκ ἐπειδὴ δὲ ἔτρεχεν, ἔλαμπεν, ἀλλʼ ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκὸς, ἀστεροπῇ αὐτὸν εἰκάζει.

249. ἐν ἑνὶ στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας αὐτὸν ὑπέμνησεν.

251. ἠέ τι βέβληαι] ἆρα μέρος, φησὶ, τι τοῦ σώματος ἐτρώθης, καὶ ἡ ἀκίς σε τείρει;

252. ἠέ τευ ἀγγελίης] ἀπό τινος, ἢ περί τινος. τὸ δὲ μετʼ ἐμέ ἀντὶ τοῦ ἐπʼ ἐμέ ἢ περὶ ἐμέ.

257. κατεάξαμεν ὃ πρὶν ἔχεσκον] πληθυντικῷ ἑνικὸν ἐπήγαγεν Αἰολικῶς. οἱ δὲ κατέαξα μὲν, ἵνα ᾖ, ὃ πρὶν μὲν εἶχον, κατέαξα.

261. ἐνώπια παμφανόωντα] τοὺς κατὰ τὴν εἴσοδον τοίχους, ἤτοι τοὺς ἀπέναντι τῶν εἰσόδων. οἱ δὲ τὰ πρόθυρα διʼ ὧν τὸ φῶς εἰσέρ- ἀργεῖν.

262. οὐ γὰρ ὀΐω] οὐκ ἀλαζονεύεται, ἀλλʼ ἐρεθίζει αὐτὸν, λελη- θότως ἐπιδεικνὺς ὡς ἔστι καὶ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν.