Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ΖΕῪΣ δʼ ἐπεί] ἐρειφθέντος τοῦ τείχους καὶ τροπῆς γενο- μένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς μῆκός τε καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα δὲ ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν “οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντι- βολήσας νόσφι θεῶν” (Il. 12, 465), ἀναγκαίως τῷ ἀνυπόστατον ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δʼ ἂν ἐτόλ- μησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; διὰ τούτων δὲ σχεδὸν βοῷ ὁ ποιητὴς οὐκ ἴδιον τῶν Τρώων γεγενῆσθαι τὸ κατόρ- θωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δὲ ἄγαν τὸ νηυσίν, οἷον οὐ τῷ τείχει μόνον, ἀλλὰ καὶ ταῖς ναυσὶν, ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς.

*ἐπεί σημαίνει τρία· τὸ ἐπεί, τὸ ὅτι, ὡς τὸ “ἐπεὶ πολὺν ὤλεσα λαόν” (Il. 2, 115), καὶ τὸ ὅτε, ὡς νῦν, καὶ τὸ ἀφʼ οὗ.

*Τρῶας] κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕτορα κατʼ ἐξοχήν. οὗτος καὶ μετὰ τὴν Ἰλίου πόρθησιν, καὶ μετὰ θάνατον τὴν ἀπὸ τῶν θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρωάδος τὰ Ἕκ- τορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παρ᾿ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες διὰ τιμῆς ἔσχον Ἕκτορα, κατά τε τὰ ἐπείγοντα ἐπικαλοῦνται τὴν αὐτοῦ ἐπιφάνειαν. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.

[*](4. * ἐρειφθέντος] ἐρρειφθέντος 9. ἀντιστρατεύει] ἀντιστατεύει Vill. 6. * ποικιλίαν] ποικιλίας 21. * Ὀφρυνίου] ἔξω φοινίου)
2

Ἕκτορα νηυσὶ πέλασσε] πρὸς τὸ δεύτερον ὑπήντησε· πρῶτος γὰρ Ἕκτωρ εἰσῆλθεν. ὑπεξεῖλε δὲ αὐτὸν ἰδίῳ.

2. τοὺς μέν] ἐὰν ἐπʼ ἀμφοτέρων λέγῃ, Τρώων καὶ Ἑλλήνων, ἁπλούστερόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμφαίνεται ἦθος κατακερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπόνουν· οὐ γὰρ ἔμελλον ἀλλοκότως ὑπὸ βαρβάρων ἁλώσεσθαι.

πόνος δηλοῖ τὴν ἐνέργειαν, ὡς τὸ “παύσαντο δὲ πόνου” (Il. 1, 467), ἢ τὴν κακοπάθειαν, ὡς τὸ “ἦ μὴν καὶ πόνος ἐστίν” (Il. 2, 291).

3. τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, σύνηθες δέ ἐστιν Ὁμήρῳ. δηλοῖ δὲ ταῦτα ἡ λέξις· τὸ ἀλλαχοῦ, ὡς ἐνταῦθα· τὸ ἐκ δευτέρου, ὡς τὸ “πάλιν ποίησε γέροντα” (Il. 16, 456). τὸ εἰς τοὐπίσω· ὡς τὸ “χειρὶ πάλιν ἐρύσασα” (Il. 5, 836). καὶ τὸ ἐναντίως· ὡς τὸ “οὐδὲ πάλιν ἐρέει” (Il. 9, 56). δείκνυσι δὲ ὅτι οὐδὲν ἀθεώρητον τῷ δημιουργῷ θεῷ. φαεινώ δὲ διʼ ὧν τὸ φάος δίδοται τοῖς ὁρῶσι.

*Πορφυρίου. αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ] ἀδύνατόν φασιν· εἰ γὰρ ἀπετράπη ἀπὸ τῆς Ἰλίου ἐπὶ τὴν Μυσίαν κατὰ τὰ τῆς Ἀσίας ἔθνη, ἀδύνατον τὴν Θράκην καθορᾶν οὖσαν ἐν τῇ Εὐρώπῃ. λύεται δὲ ἐκ τῆς λέξεως· οὐ γὰρ λέγει τὴν Θρᾴκην αὐτὸν βλέπειν, ἀλλὰ τὴν Θρᾳκῶν γῆν, ἧς ἦσαν ἄποικοι, κατοικοῦντες δὲ Ἀσίαν Βιθυνοί τε καὶ οἱ Θυνοὶ Θρακῶν ἄποικοι.

5. Ἀγαυῶν Ἱππημολγῶν] Ἀγαυοὶ ὄνομα ἔθνους· οὗτοι δὲ ἵππους ἀμέλγοντες αὐτοὶ τῷ γάλακτι ἐτρέφοντο.

6. * Ἀβίων] τῶν βιοῖς μὴ χρωμένων, ἤγουν τόξοις. πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπικη- ρυκεύσασθαι πρὸς αὐτόν. οὓς δικαιοτάτους φησὶ διὰ τὸ ἀνεπίμικτον, ἣ ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις αὐτόματος ἡ γῆ φύει βοτάνας, ζῷον δὲ οὐδὲν ἐσθίουσιν· ἄβιοι δὲ οἱ ἀνέστιοι.

10. ἄλη ἄλαιος, καὶ ἀλαός Αἰολικῶς. διδάσκει δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυμίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς καταστρα- τηγοῦντας ἀλλήλων ἐποίησεν· ὁ μὲν γὰρ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπίᾳ Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα, Ποσειδῶν δὲ νῦν ἐνεργεῖ.

[*](16. *Πορφυρίου] om. B et Ven. A. 23. τῷ γάλακτι Bekk.] τὸ γάλα 31. * ἄλαιος] ἀλεὸς)
3

11. θαμάζων] θεωρῶν, ὡς τὸ “ἱστάμενοι θαύμαζον” (Il. 18, 490).

13. Θρηϊκίης] ἔστι γὰρ καὶ ἄλλη Σάμος περὶ Μυκαλησσὸν, καὶ ἑπέρα περὶ Πελοπόννησον.

15. ἕζετ’ ἰών] οὐ νῦν ἕζετο, ἀλλʼ ὅτε ἐκάκου τὰ Ἑλληικὰ ὁ Ζεύς. ἔδει οὖν πρῶτον εἰπεῖν ὅτι ἐκάθισεν, εἶδ’ οὕτως ὅτι ἑώρα τὴν μάχην.

18. κραιπνὰ ποσὶ προβιβάς] εἰ συνεχὲς, φησί, προέβαινε, πῶς παρακατιών φησι “τρὶς μὲν ὀρέξατο;” ἢ τάχα τό κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά.

20. τρὶς μέν] ὑπερφυῶς τοσαύτην θάλασσαν καὶ ἔθνη τρισὶ βή- μασι παρῆλθεν. τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, δυνάμενος ἐν Τροίᾳ εὐθὺς γευέσθαι μετὰ τὸ λιπεῖν τὴν Σαμοθρᾴκην; ἴσως οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος. αὗται δὲ αἱ Αἰγαὶ νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, ὅθεν καὶ καλεῖται.

*Πορφυρίου. ἐζήτηται διὰ τί εὐθέος οὐ πορεύεται εἰς Τροίαν ὁ Ποσειδῶν, ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον οὖν ὅτι δυοῖν ἕνεκα πραγμάτοιν μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον δὲ ἵνα καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κισδυνεύσῃ.

21. * Αἰγάς] πόλις Ἀχαΐας ἐν Πελοποννήσῳ, ἔνθα τιμᾶται ὁ Ποσειδῶν, ἄγεται δὲ καὶ Διονύσῳ ἑορτὴ, ἐν ᾗ θαυμάσιον ἐπιτελεῖ- σθαί φασιν, ἔργον ἐπειδὰν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ· ἄμπελοι γὰρ ἃς καλοῦσιν ἐφημέρους ἀνισχούσης μὲν ἡμέρας βλαστάνονσι καρπὸν, ὥστε δρέποντας αὐτοὺς ἑσπέρας οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.

κλυτὰ δώματα] τινὲς ὑποκλυζόμενα· οἱ δὲ διὰ τὴν δύναμιν τοῦ [*](12. δυνάμενος (καὶ δυνάμενος B)] 25. *ὀργιάζῃ] ὀργάζῃ 26. * δρέποντας (ex cod. Paris. *παρὸν 16. *Πορφυρίου om. 3060 ap. Miller. Journal des εὐθέως οὐ] *οὐκ εὐθείᾳ. Saxants. 1839, p. 715)] πρέπον 22. Ἀχαίας] *Ἀλχαιίας. Aegis (τρέποντας in ed. Rom.) Idem non Achaicis, sed Euboicis hoc mi- vitium in scholio codicis Town- raculum tribuit Sophocles fr. 239. leiani, ubi passive πρὸς τὴν ἑσπέ- Recte in cod. Townl. ἐν Αἰγαῖς τῆς ραν τρεπόμενοι. Εὐβοίας. ἑσπέρος] * εἰς ἑσπέρον)

4
θεοῦ ἐν μέσῃ θαλάσσῃ εἶναι τὸ ἱερόν. τῷ δὲ βάθει τὸ ἄπιστον ἐκάλυψεν.

23. ὑπʼ ὄχεσφι τιτύσκετο] ὑποζευγνὺς τοῖς ὄχεσιν εὐτρέπιζεν.

24. *ἐθείρῃσιν] ἔθειραι εἴρηνται αἱ τρίχες παρὰ τὸ ἐξ ἔθους εἴρεσθαι, ἤγουν συμπλέκεσθαι.

25. χρυσὸν δʼ αὐτός] πάντα ποιητικά· ἀπὸ γὰρ τῆς παρʼ ἡμῖν τιμωμένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα δώματα καὶ χρυ- σᾶς τὰς τῶν ἵππων ἐθείρας. καὶ νῦν δὲ χρυσὸν λαμβάνει, τουτέστι πανοπλίαν χρυσῆν, καὶ μάστιγα χρυσῆν· καὶ ἑξῆς τοῖς ἵπποις περι- βάλλει πέδας χρυσᾶς.

27. ἄταλλε] ἐσκίρτα· ἀπὸ τῶν νηπίων ἡ μεταφορά. ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος διανύοντος (Od. 5, 51) οὐδὲν τοιοῦτον γίνεται· τῷ δὲ τῆς θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα. τὸ δὲ ὑπʼ αὐτοῦ ἀντὶ τοῦ διʼ αὐτόν, ὡς τὸ “ὑπὸ τῆς νόσου ἀδυναμεῖ.”

28. πάντοθεν] ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκά- στοθεν ἀπόπροθεν πάντοθεν. τὸ δὲ κευθμῶν οἱ μὲν συγκοπήν φασιν, οἱ δὲ ὅτι κευθμῶν Ἰακῶς εἴρηται.

29. γηθοσύνη] ὁ μὲν Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν, ὁ δὲ Ἡρω- διανὸς δοτικὴν διὰ πολλῶν ἀποδείκνυσι. λέγει δὲ ὅτι τόπον παρεῖχε τῷ θεῷ, καὶ οὐκ ἀνθίστατο κυμαίνουσα, ἀλλὰ διίστατο, ἤτοι ὡδοποίει.

31. ἐΰσκαρθμοι] εὖ σκαίροντες, ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν δρό- μον σκαρθμὸν ὀνομάζουσιν, ἵνʼ ᾖ ταχεῖς.

*σκαρθμὸς δὲ κατὰ διάλεκτον ὁ πούς.

32. σπέος] σπήλαιον ἀφώτιστον, παρὰ τὴν σβέσιν.