Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

156. οὐ στασιαζόντων, φησὶν, ἄρξει ἀνδρῶν, ἀλλὰ πειθαρχούντων καὶ τῷ σκήπτρῳ ὑπεικόντων. τελέουσι δὲ ἀντὶ τοῦ ἀεὶ τελοῖεν. λιπαρὰς δὲ τὰς θέμιστας καλῶν τοῦτο δηλοῖ, ὅτι τὸ κρίνειν καλῶς εὐδαιμονίαν ἄγει.

158. διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται, τὸν δὲ Ἅιθην ἀνελεήμονά φησιν εἶναι; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλε- παίνουσιν ἁμαρτημάτων, διὸ καὶ συγγινώσκουσιν, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων, διὸ ἀνηλεής ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύλος (fr. 156) φησὶν “ μόνος γὰρ θεῶν Θάνατος οὐ δώρων ἐρᾷ, οὐδʼ ἐπιθυμεῖ σπονδῶν.” ἀναγκαῖον δὲ τὸ μετὰ τὰ δῶρα τὴν παράκλησιν ἐπαγαγεῖν διὰ τὸ ὑπεκκλίνειν τὸ ἀλαζονικόν. ἀμείλιχος δὲ ὁ ἀγοήτευτος καὶ ἀδάμαστος· δύο γάρ εἰσιν οἷς πείθομεν, λόγῳ καὶ βίῳ. διὰ δὲ τοῦ Ἄιδου ἐδήλωσεν ὡς, ἐάν τις ἐστιν ἀμείλιχος, βδελυρὸς τοῖς πᾶσιν ἔσται.

160. ὅσσον βασιλεύτερός εἰμι] ὡσανεὶ δέησιν προσάγει τὴν ἡλικίαν καὶ τὸ σκῆπτρον, οἷς εἴκουσι καὶ μεγαλόφρονες. ἐξέφυγε δὲ τὸ ἐλεεινόν, εἴκειν αὐτὸν ἀπαιτῶν τοῖς μείζοσιν ἀξιώμασιν.

*τὸ δὲ ὅσσον ἐνταῦθα οὐκ ἔστι πλήθους ἐμφαντικὸν, ἀλλʼ ἀντὶ τοῦ καθόσον εἰμὶ βασιλικώτερος. σημαίνει καὶ τὸ ὀλίγον, ὡς τὸ ὅσον βιῶσαί με, ὅσον ζῆσαι. καὶ τὸ σχεδόν, ὡς τὸ ὅσον οὐκ ἀποτε- τέλεστο, ὅσον οὐκ ἤδη πονήρως τε καὶ ἀθλίως ἀπολουμένων. καὶ τὸ ταχύ, ὅσον οὔπω ἀντὶ τοῦ μετʼ ὀλίγον ἢ ἀντὶ τοῦ ἤδη, ὡς τὸ “ δὲ ἅμα ἐνθυμούμενος τὴν ὅσον οὕπω ἀπορίαν τῶν ἀναγκαίων λύει τὴν πολιορκίαν·” καὶ “ἐπιπεσεῖσθαι γὰρ ὅσον οὕπω τὴν οἰκίαν·” καὶ αὖθις “ὅσον οὔπω προσεδόκα τοὺς βαρβάρους.” ὅσῳ καὶ ὁπόσῳ· “ὅσῳ πλέον ἥμισυ παντός,” τουτέστι τὸ ὀλίγον μετὰ δικαιοσύνης τοῦ πολλοῦ μετὰ ἀδικίας πλείονα ἔχει τὴν ὄνησιν, Ἡσίοδός φησιν (0. 40).

165. τοὺς ἐξ ὀνόματος πρέσβεις. καλῶς δὲ πρεσβείαν ἀποστέλ- λει, ἵνα ἢ πείσωσιν αὐτὸν ἢ πραότερον ἐργάσωνται. τάχιστα δὲ διὰ τὸν ἐπείγοντα τῆς νυκτὸς καιρόν.

167. αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας, ἢ ὑποπτεύεσθαι παρὰ τῷ [*](6. *εἷναι] om. οὐδ᾿ ἐπισπένδων ἄνοις. 9. Aeschyli fragmentum inte- 13. τις addidit Bekkerus. grius legitur in scholio Ven. A 24. * καὶ ἐπιπεσεῖσθαι] καὶ αὖθι et apud alios, μόνος θεῶν γὰρ θά- πεσεῖσθαι νατος σὺ δώρων ἐρᾷ οὖδʼ ἄν τι θὐων)

383
Ἀχιλεῖ νομίζει ὡς ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ “ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ” (Il. 2, 363), τοῦτο δὲ τάφρον περιβαλλόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς όνει- δίζει “ ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμεν” (348)· ἢ ὅτι εἶπεν “τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο” (Il. 2, 346). εἰ δὲ ἐν τῷ ἐπιταφίῳ φιάλην αὐτῷ ἐδωρήσατο, οὐδὲν θαυμαστὸν, εἰ τὴν ἔχθραν ἀποθέμενος τὴν πρὸς Ἀγαμέμνονα λύει καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος εἰ πείσειε, καλῶς ἑτέρους ἔπεμψεν· πεισάντων γὰρ ἔμελλεν αὐτὸς ἔχειν τὴν δόξαν ὡς εἰσηγησάμενος, ἀποτευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν ἔσχον οἱ πρέσ- βεις ἐνδεῶς διειλεγμένοι.

168. Φοῖνιξ] ἀπὸ τῆς Ἀχιλλέως σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν Φοίνικα ὡς ἐπὶ θέαν τῆς μάχης, ὅτι ἐδόκουν εἶναι ἐν δεινοῖς συνε- λασθέντες εἰς τὸ τεῖχος, κἀνταῦθα γενόμενον κατασχεθῆναι ὑπὸ τῶν ἀριστέων εἰς τὴν εὐωχίαν· ἐθεράπευον γὰρ αὐτὸν ὡς τροφέα Ἀχιλλέως. ἴσως δὲ καὶ συμβιβάσαι αὐτοὺς θέλων παρῆν καὶ ἰάσασθαι τὴν ἀργίαν Ἀχιλλέως. πέμπεται οὖν ὁ Φοῖνιξ οὐχ ὡς πρεσβευτής -δύο γὰρ ἦν ἔθος πρεσβεύειν· “ἄνδρε δύω κρίνας” (Od. 9, 89) καὶ “ ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ” (Il. 11, 140) -ἀλλ’ ἵνα τοῖς πρεσβευ- ταῖς συλλάβηται. διό φησιν “ἡγησάσθω,” ὡς ἐκεῖθεν ἥκοντος αὐτοῦ καὶ πάλιν ἐπανελθεῖν ἀνάγκην ἔχοντος, ὅπου καὶ μὴ πρεσβεύσαντός φησιν “ Ἀτρείδῃ ἥρωι φέρων χάριν” (613) καὶ “Φοῖνιξ δʼ αὖθι παρ᾿ ἄμμι μένων κατακοιμηθήτω” (427), ὡς μέλλοντος αὐτοῦ ἐπα- νιέναι πρὸς Ἀγαμέμνονα καὶ ἀπαγγεῖλαι ἃ ἤκονσεν.

169. Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς] καὶ τούτων ἠπείλησε τὸ γέρας ἀφελέσθαι Ἀγαμέμνων. πρεσβεύουσιν οὖν ὡς συνυ- βρισθέντες καὶ μὴ μνησικακήσαντες, ἵνα δυσωπήσωσιν αὐτόν. ἕκαστον δὲ τῶν ἀπιόντων ὑποθωπεύει.

170. κηρύκων] καὶ κήρυκες συμπαραγίνονται, ἵνα δηλωθῇ ὅτι δημοσία ἡ πρεσβεία ἐστί. Ταλθύβιος δὲ οὐδέποτε παραγίνεται, ὅτι Ἀγαμέμνονός ἐστιν ὑπηρέτης.

172. ὄφρα Διί] ὅτι δεῖ ἐν παντὶ καιρῷ ἐκ θεῶν ἄρχεσθαι, μάλιστα δὲ ἐν κινδύνοις· οὕτω γὰρ προθυμότερον ἐπὶ τὴν πρᾶξιν [*](9. ὡς εἰσηγησάμενος Bekkerus] 19. *σὺν ἀντιθέῳ Ὀδυσῆί] σὺν ὡνσεὶ ἡγησάμενος ἀρηιφίλῳ Μενελάῳ 16. ἀργίαν] *ὁργὴν)

384
ὁρμῶμεν καὶ οὐδὲν ἑαυτοῖς ἀποτυχόντες ἐγκαλοῦμεν. ὕψωσε δὲ τὸ πρᾶγμα, εἴ γε συμπρεσβευτὴν ἔχουσι Δία.

180. κατὰ τὸ δέον διαστρέφων τοὺς ὀφθαλμοὺς, καὶ οἷον τῇ ὄψει ἱκετεύων ὡς ἐπὶ σωτηρίαν τοῦ παντὸς ἐσταλμένους. ἕκαστον δὲ ἀντὶ τοῦ ἑκάτερον· οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύνεται διὰ τοῦ “ Ὀδυσσῆϊ δὲ μάλιστα.”

183. γαιηόχῳ] τὸ γὰρ παρὸν εἰς μνήμην ἕτοιμον. καὶ Εὔμαιος θύει ταῖς νύμφαις, καὶ Ἕλληνες ἐπικαλοῦνται τὸν δαῖον Δία, καὶ νῦν δὲ Ποσειδῶνα, ὅτι ἐπίκουρος τῶν Ἀχαιῶν. ἢ ὅτι Νηρηίδος παῖς ἐστὶν Ἀχιλλεὺς, τῶν δὲ ἐναλίων θεῶν οὗτός ἐστι βασιλεύς.

184. περισπαστέον τὸ πεπιθεῖν· δεύτερος γάρ ἐστιν ἀόριστος. τὸ δὲ μεγάλας εὐκαίρως· οὐ γὰρ ἔπεισαν.

186. τερπόμενον φόρμιγγι] οἰκεῖον τῷ ἥρωϊ νυκτὸς οὕσης γυμνά- ζεσθαι μᾶλλον τὰ μουσικὰ, ἀλλὰ μὴ διαπαννυχίζειν· παραμύθια γὰρ ταῦτα θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ φιλόμουσος, καὶ λάφυρον ἔχων τὴν κιθάραν· καὶ οὐ θηλυδριώδη μέλη, ἀλλὰ κλέα ἀνδρῶν ᾄδει. ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἑλλήνων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν “δῖε Μενοιτιάδη, νῦν ὀίω περὶ γούνατʼ ἐμὰ λίσσεσθαι Ἀχαιούς” (Il. 11, 608). καὶ πάλιν “ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε· λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηίοιο ἐρωήν” (Il. 16, 126). οὐκ ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλʼ ἡτοίμαζεν αὐτὴν πρὸς τὰς πράξεις, καὶ ἐπʼ εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμιδόνες.

ἵππον διὰ πόλεμον, δίσκον καὶ κιθάραν πρὸς σωματικὴν καὶ ψυχι- κὴν γυμνασίαν εἶχον. σύντροφον δὲ ὄργανον εὑρὼν οὐ παρῆκεν. οὐ γὰρ οἴκοθεν εἵλετο. καὶ ἴσως Ἑλληνικὸν ἄνδρα εὑρὼν Ἠετίωνα σὺν τοῖς ὅπλοις ἐκήδευσε, καὶ τοῖς ἐκείνου χρῆται.

*ζυγὸν δὲ λέγει πῆχυν τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλαβοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι.

189. κλέα ἀνδρῶν] ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ἄδουσι γάμους.

[*](20. ὀἶω] οἴω λίσσεσθοι] *στήσεσθαι)
385

190. Πάτροκλος δέ οἱ οἶος] ἡδεῖα γὰρ ἐπίδειξις ἡ ἐπὶ τῶν φίλων. ἤτοι δὲ μόνον αὐτὸν καθέζεσθαι λέγει, ἢ μόνον ἐναντίον παρὰ τοὺς ἄλλους Μυρμιδόνας· καὶ ὅτι ἐν ἡσυχίᾳ δεῖ τῆς μουσικῆς ἀκούειν.

193. ταφὼν δʼ ἀνόρουσεν] διὰ τὸ φίλον, ἢ διὰ τὸ χαίρειν ἐπὶ τῇ προσδοκωμένῃ πρεσβείᾳ, ἢ διὰ τὸ νυκτὸς αὐτοὺς ἤδη οὔσης μέσης παρεῖναι.

*τὸ δὲ ταφών ἀντὶ τοῦ ἐκπλαγείς, ἐκ μεταφορᾶς τῶν τάφων· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν. τάφος δὲ σημαίνει τρία, τὴν ἔκπληξιν, ὡς ἐνταῦθα καὶ ὡς τὸ “τάφος ἕλε πάντας Ἀχαιούς” (Od. 21, 122)· καὶ τὸ δεῖπνον, ὡς τὸ “ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν” (Od. 3, 309) καὶ “ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο” (Il. 24, 804)· καὶ ὄνομα νήσου, ὡς τὸ “ξεῖνος δʼ οὕτος πατρώϊος ἐκ Τάφου ἐστίν” (Od. 1, 417).

194. ὧδε στικτέον. ὑπὸ γὰρ φιλοφροσύνης ἀπήντησεν αὐτοῖς οὕτως ὡς εἶχε, σὺν τῇ κιθάρᾳ. τινὲς δὲ ὑφ’ ἕν “αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος·” καὶ τὴν φόρμιγγα, φασὶν, ἐκεῖσε καταλιπῶν ὡς αἰδού- μνος.

196. τὼ καὶ δεικνύμενος] δεξιούμενος, φιλοφρονούμενος.

197. ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ εἰσι. τὸ δὲ τί ἀντὶ τοῦ τινός. δυσωπεῖ δὲ αὐτοὺς ὡς παρὰ τὸν τῶν φίλων θεσμὸν διʼ ἀνάγκην ἐλθόντας. οὐχ ὁμολογεῖ δὲ εἰδέναι τὰ περὶ τῆς ἐντεύξεως.

203. ζωρότερον] ἀκρατότερον, παρὰ τὸ ζῆν· οἱ δέ ταχύτερον. ἢ ἴσως ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφʼ ὧν ὀνειδίζει καὶ οἰνοφλυγίαν Ἀγαμέμνονι.

* Πορφυρίου. ἀπρεπὲς δὲ τὸ ὡς ἐπὶ κῶμον ἥκουσιν ἀκρατότερον διδόναι παρακελεύεσθαι. καὶ οἱ μὲν ἀπὸ τῆς λέξεως λύουσι· τὸ γὰρ ζωρότερον τάχιον· οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι νύξ· οἱ δὲ ἀπὸ τοῦ ἔθους· τοὺς γὰρ ἥρωας, ἄλλως καταπονουμένους, δαψιλεστέροις τοῖς πρὸς τὴν δίαιταν χρῆσθαι εἰκός.