Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

119. λευγαλέῃσι] οἱονεὶ λοιγαλέῃσιν, ἀπὸ τοῦ λοιγός. λέγει δὲ, τῇ ὀργῇ πεισθείς· ὀλεθρεύειν γὰρ ὁ θυμὸς τὰς φρένας εἴωθεν.

120. ἐλενθερίως ὁμολογεῖ ὃ ὁ Νέστωρ ἐκοινώσατο. ἀπερείσια δὲ, ἵνα μὴ σμικροψυχίας ἕνεκεν δοκῇ τὸν στρατὸν τῆς συμμαχίας ἀποστερεῖν Ἀχιλλέως.

122. ἕπτ’ ἀπύρους τρίποδας] διήρηται ἡ ὑπόσχεσις εἰς δύο, εἴς τε τόπους καὶ χρόνους, διὰ δὲ τῆς ποικιλίας τῶν δώρων θηρεύ- σειν Ἀχιλλέα· εἴτε φιλότιμος, διὰ τῶν ἵππων, εἴτε φιλο- χρήματος, πολὺν χρυσὸν καὶ χαλκὸν διδοὺς, εἴτε φιλογύνης εἵη,

380
θνγατέρα πρὸς γάμον. ἀπύρους δὲ τρίποδας ὡς πρὸς σύγκρισιν τῶν ἐμπυριβητῶν.

123. αἴθωνας] τοὺς εἰς πῦρ βαλλομένους· “ὡς δὲ λέβης ζεῖ ἔνδον” (Il. 21, 362). αἴθων δὲ ἀπὸ τοῦ ὑπαίθεσθαι ἤτοι ὑποκαίεσθαι. καλῶς δὲ καὶ τόν ἄρτιον τῶν ἵππων ἀριθμὸν τίθησιν· ἱκανῶς γὰρ ταῦτα πρὸς ἐπίζευξιν τυγχάνει. ἱπποτρόφοι δὲ οἱ Θεσσαλοὶ ἀεί.

124. πηγοὺς] μέλανας· τούτους γὰρ ἀρίστους φασὶν οἱ περὶ ἵππων γράψαντες. τινὲς δὲ μεγάλους, εὐτραφεῖς, ὑψαύχενας. ἀέθλια ποσσὶν ἄροντο] οὐκ ἐν Πελοποννήσῳ εἰσὶν οἱ ἵπποι ἠγω- νισμένοι· εἶεν γὰρ ἂν ἤδη γέροντες, ἀλλ᾿ ἐν Ἰλίῳ νενικήκασιν ἐπί- ταφίους ἀγῶνας.

125. οὔ κεν] διακόπτει τὸ τοῦ καταλόγου ὁμοιόσχημον, τῶν δώρων τὸ ὁμοειδὲς ἐκκλίνων. ἅμα δὲ καὶ ἑκάστην μερίδα σπουδαίαν ἀποδείκνυσι, καὶ δῶρα δώροις προστίθησι, καὶ τὴν εἰς ἔπειτα χάριν αὔξει. ἀλήϊος δὲ λέγεται ὁ μὴ ἔχων λήϊα.

128. ἑπτὰ γυναῖκας] ἐντέχνως τῶν ἄλλων δώρων μέσας ἔταξε τὰς γυναῖκας, ἵνα μὴ ὑπόνοιαν παράσχῃ ὡς ἀκρασίαν αὐτοῦ κατα- ψηφιζόμενος. καὶ περὶ μὲν ὧν οἶδε μαρτυρεῖ· περὶ δὲ τῶν Ἰλιάδων “αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.”

129. Λέσβον ἐϋκτιμένην ἕλεν αὐτός] πιθανῶς τὸν ἔπαινον Ἀχιλλέως παρέμιξε, καὶ μόνον οὐχὶ παραχωρήσειν αὐτῷ τῶν αὐτοῦ σκύλων φησίν. ἅμα δὲ καὶ ὑπʼ ὄψιν αὐτῷ τὴν δωρεὰν ἄγει, ἐμφαίνων ὅτι ἃ οἶδεν ἐκεῖνος δίδωσιν. ἀπλοῦν δὲ τὸ ἦθος, καὶ πάντα πρὸς πειθὼ ἐστίν.

132. δίχα τοῦ ν τὸ κούρη. διὰ δὲ τοῦ ὅρκου τὸν ζῆλον τοῦ ἔρωτος τοῦ Ἀχιλλέως θεραπεύει, καὶ τὸ σῶφρον ἑαυτοῦ ἐνδείκνυται, διὰ φιλοτιμίαν, οὐκ ἀκρασίας ἕνεκεν ἀφελόμενος αὐτήν.

134. δασυντέον καὶ ὀξυντέον τὸν η ἰσοδυναμοῦντα τῷ ὡς. θαυμα- σίως δὲ φύσεως νόμῳ τὴν αἰσχρὰν λέξιν ἐκάλυψε, τὰ τῆς συμπλο- κῆς ταπεινὰ καὶ ἀνθρώπινα τιμιωτάταις ἐπισκιάζων ταῖς λέξεσιν. εἰς τρεῖς δὲ χρόνους ἡ διαίρεσις γέγονεν, εἰς τὸ “αὐτίκα πάντα,” εἰς τὸ “εἰ δέ κεν αὖτε ἄστυ μέγα,” καὶ εἰς τὸ “εἰ δέ κεν Ἄργος ἱκοίμην” (141).

[*](2. * ἐμπυριβητῶν] ἐν πυρὶ λε- 23. *ἃ οἶδεν] οὐδὲν βήτων. μέγαν τρίποδʼ ἐμπυριβήτην 25. δίχα] *Αὐτόχθων δίχα dixit Homerus Il. 23, 702. 30. ταῖς λέξεσιν] *προσηγορίαις 19. * κάλλισται ἔωσιν] om.)
381

139. αὐτὸς ἑλέσθω] τὴν γὰρ δωρεὰν ἡ ἐκλογὴ ποιεῖ μείζονα. μακρὰν δὲ ἑαυτὸν τοῦ γυναικείου τίθησι πόθου.

140. Ἑλένην] οὐχ ὡς αἰχμάλωτον συγκαταλέγει, ἀλλʼ ὡς ἐν κάλλει πρεσβεύουσαν.

141. οὖθαρ ἀρούρης] τῆς γῆς τὸ τροφιμώτερον.

143. τηλύγετος] μονογενὴς, ἢ μεθʼ ὃν οὐ παιδοποιεῖ τις. τινὲς δὲ λείπειν φασὶ τὸ ὡς.

145. οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γάρ εἰσιν ἃ συνέχει τὴν ἀρχὴν, νόμος ὀρθὸς, ἔπειτα κρίσις καὶ ἰσχύς.

146. διὰ τῆς ἐπιγαμίας πιστοῦται τὴν φιλίαν, ὅπως μὴ δοκῇ πρὸς τὴν χρείαν κολακεύειν.

149. ἑπτὰ δέ οἱ δώσω] ἄδηλον εἴτε φερνὴν ἐπὶ τῇ θυγατρὶ καὶ ταύτας δίδωσιν, εἴτε ἐκτὸς, ὡς καὶ τὰ ἄλλα δῶρα. ἄμεινον δὲ ἀντὶ φερνῆς αὐτὰς ἡγεῖσθαι.

150. Μεσσηνίδης αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν τῶν Λακεδαιμονίων νομὸν πάλαι συνετέλει· πῶς οὖν, φασὶν, Ἀγαμέμνων ταύτας δίδωσιν οὐκ οὔσας αὑτοῦ; φασὶ δὲ αὐτὰς Κλυταιμνήστρας εἶναι. ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ, ὡς κἀκεῖνος τὴν Αἴθην ὑπομένει (Il. 23, 295), ὡς καὶ Μενέλαος ἱκετεύει αὐτόν. διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐν τῷ καταλόγῳ; ὅτι νεωστὶ ὑπὸ Διοσκούρων ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς οὐδὲ Νηρίκου· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν. ἢ περὶ αὐτῶν φησὶν ἐν οἷς λέγει “Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν” (Il. 2, 575). μεγάλη δὲ ἡ δόξα Ἀχιλλεῖ. ὅταν καὶ τῶν πόρρω χωρίων ἄρχῃ. διὰ δὲ τῶν ἐπιθέτων σεμνοποιῶν μικροῦ δεῖν τὰς πόλεις τῆς Πηλέως ἀρχῆς μείζους φησί· διάφοροι μὲν γά εἰσι τοῖς καρποῖς, ποικίλαι δὲ ταῖς φύσεσι τῶν ζῴων, διαφερόντως δὲ ταῖς κατοικίαις φιλάνθρωποι, ταῖς δὲ ἀγωγαῖς εὐνομώταται.

153. νέαται] ὁμοίως τῷ κέαται. σημαίνει δὲ τὸ οἰκοῦνται ἀπὸ τοῦ νῶ τοῦ δηλοῦντος τὸ οἰκῶ, οὗ παραγωγὸν νέω καὶ πλεονασμῷ νεάω. παράλιοι δέ εἰσιν, ἵνα καὶ τῶν ἐκ θαλάσσης ἀγαθῶν ἀπολαύωσι παρακείμεναι αὐτῇ.

155. θεὸν ὣς] ὡς θεῷ, φησὶ, προσάγοντες τὰς ἀπαρχὰς τῶν ὄντων.

[*](16. φασὶν] φησὶν Vill. 25. *δεῖν—φησί] δεῖν τῆς πόλεως 19. * ὑπομένει — Ἑλίκην εὺρεῖαν] ἀρχῆς μείζους φησὶν αὐτάς 27. ποικίλαι δἐ Bekkerus] δἐ om.)
382