Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

31. μετρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον, καὶ τῇ ὑπεροχῇ ἣν ἔχειν βούλεται μαρτυρεῖ συντόμως αὐτή.

33. ἀλλʼ ἔμπης Δαναῶν] ὁ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, ἀλλʼ ἀμφοτέροις βοηθεῖν ἐκέλευσε κωλύειν· ἡ δὲ ξυνεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν.

34. κακὸν οἶτον] διὰ τὸ εἶναι κακὸν ἄχθεται, οὐχ ὅτι μόνον ἀπο- λοῦνται· ὃ καὶ οἶκτον κινεῖ.

36. βουλὴν δʼ] τὸ μὲν ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός· τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάντας ἀπολέσθαι, ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει.

39. Τριτογένεια] Μῆτιν τὴν Ὠλκεανοῦ, ὥς φασιν, εἰς πολλὰ τὴν μορφὴν ἀμείβουσαν βουλόμενος ὁ Ζεὺς παρʼ ἑαυτῷ ἔχειν, κατέπιεν ἔγκυον οὖσαν ὑπὸ Βρόντου τοῦ Κύκλωπος· τελεσφορηθείσης δὲ τῆς παιδὸς, ὁ Ζεὺς διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ πο- ταμῷ τρέφειν. ὅθεν Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα, Βρόντου Διὸς Τρίτωνος. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομα φησὶν ὅτι φρόνησίς ἐστιν ἀφʼ ἧς τρία συμβαίνει ἀπογεννᾶσθαι ἀγαθὰ, εὖ λογίζεσθαι, λέγειν καλῶς, πράττειν ἃ δεῖ. ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη. καὶ παροιμία “παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια.” ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες.

40. πρόφρονι] ἀντὶ τοῦ ὑπέρφρονι, ὡς “πρὸ παίδων καὶ πρὸ γυναικῶν” (57), ὁ λόγος οὖν οὗτος· οὐ βούλομαί σοι τυραννικὴν [*](16. ἐκέλευσε κωλύειν] *ἐκώλυσεν 30. *τρίτῃ] om. 17. *ξυνεῖσα] ξυνιεῖσα 31. *μὴ] ἢ)

345
ἀπήνειαν, ἀλλὰ βασιλικὴν ἐνδείκνυσθαι προσήνειαν. δείκνυσι δὲ ὅσον δύνανται λόγοι εὐμενεῖς καίτοι παιδὸς πρὸς πατέρα.

41. ὑπʼ ὄχεσφι τιτύσκετο] οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν.

43. χρυσὸν] τὴν αἰγίδα φησὶν, ὡς καὶ ἀλλαχοῦ “περὶ δʼ αἰγίδι πάντα κάλυψε χρυσείῃ” (Il. 24, 20).

46. οὐδέποτέ φησιν ἀπʼ Ὀλύμπου ἀστερόεντος· ἔνθεν δῆλον ὅτι Ὄλυμπος οὐ τὸν οὐράνιον τόπον δηλοῖ, ἀλλὰ τὸν ὑπʼ οὐρανόν.

47, 48. Ἴδην—Γάργαρον] ἐν ὑπερβατῷ. οἷον ἴδην Γάργαρον ἀντὶ τοῦ ἐς Γάργαρον Ἴδης, ὡς τὸ “ἡ δʼ ἄρα Κύπρον ἵκανεν ἐς Πάφον” (Od. 8, 362). ἔστι δὲ καὶ Γάργαρος πόλις.

47. ἁρμόδιον δὲ τῷ ὄρει τὸ μητέρα θηρῶν· λέγεται γὰρ ὄφεις ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, καὶ τοῖς δένδροις προσαρτῶντες αὑτοὺς, καὶ οὕτω διαφθείροντες.

51. κύδεϊ γαίων] τῇ ἑαυτοῦ ἐνηδόμενος δόξῃ καὶ ἀρετῇ.

53. * Πορφυρίου. δεῖπνον λέγεται καὶ τὸ ἐξ ἑωθινοῦ ἀκράτισμα, ὡς νῦν ἐν τοῖς προκειμένοις, καὶ τὸ ὑφʼ ἡμῶν λεγόμενον ἄριστον, ὡς ἐν τῷ “ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσατο δεῖπνον” (Il. ΙΙ, 86). καὶ πάλιν ἄριστον τὸ ἀκράτισμα· “ἐντύναντο ἄριστον” (Il. 24, 124). τὸ δʼ ἐν τοῖς προκειμένοις “ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο” οὐκ ἔστιν ὑπερβατὸν, ὥς τινες, ἀπεθωρήσσοντο δὲ αὐτοῦ, ἀλλά φησιν ἀπὸ τοῦ δείπνου ἐθωρήσσοντο. καὶ ἔστι πεζοτέρα ἡ φράσις, καὶ διὰ τοῦτο λανθάνει τὸ νόημα.

56. καὶ πῶς φησὶ “πολλέων ἐκ πολίων ;” νῦν οὖν τοὺς ἰθαγενεῖς φησί. διὸ καὶ τὸ “πρό τε παίδων καὶ πρὸ γυναικῶν.” ἢ ἑαυτῶν ἥττους γενόμενοι διὰ τὸν θάνατον. ἀναγκαίως δὲ καὶ τὸ μέμα σαν ἐπιφέρει, ἵνα μὴ νομίσωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προ- γενομένην ἧτταν.

58. * Πορφυρίου. πᾶσαι δʼ ἀΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός] οὐ λέγει περὶ τῶν ἐν Ἰλίῳ πυλῶν μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐν τῷ ναυστάθμῳ τῶν Ἑλλήνων, οὐδὲ λαὸν τὸν Τρωϊκὸν μόνον, ἀλλὰ καὶ τὸν Ἑλληνικόν· τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ “οἱ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἔνα ξυνιόντες ἵκοντ.” εἶτα ἐπάγει ὅτι συνέβαλλον παντάπασι τὰς ἀσπίδας ταῖς ἀσπίσι, τὰ ἔγχη τοῖς ἔγχεσι, τὰς δυνάμεις ταῖς [*](16 et 29. *Πορφυρίου] om. κειμένῳ πῦρ 19. ἄριστον VilI.] ὔριστον ἅμʼ ἠοῖ 34. ταῖς ἀσπίσι Bekk.] ταῖς om.)

346
δυνάμεσι. καὶ ἀναλαμβάνει αὐτὰ “ἀσπίδες ὀμφαλόεσσαι ἔπληντʼ ἀλλήλῃσιν·” ἔψαυον γὰρ ἀλλήλων, τουτέστιν αἱ μὲν τῶν Τρώων ταῖς τῶν Ἑλλήνων.

62. ἐξ ἐπαναλήψεως αἱ ἀσπίδες· καὶ γὰρ καὶ ῥινοὺς τὰς αὐτάς φησι. τὸ δὲ ἔπληντο πρὸς φαντασίαν τῶν ῥηθησομένων· ὅμοιον δέ ἐστι τῷ, “ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε᾿ (Il. 13,131). πρὸ δὲ τοῦ κατὰ μέρος ἐξαίρει τὸν τῶν ἀκροατῶν νοῦν.

66. τὴν μέχρι μεσημβρίας λέγει αὔξησιν, ὡς σφαιροειδῶς τῷ οὐρανῷ προσαναβαίνοντος τοῦ ἡλίου. ἱερὸν δὲ διὰ τὸ ἐν τούτῳ τοῖς θεοῖς θύειν· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις ἐνέμετο. πρὸς πίστιν δὲ καὶ τὸν καιρὸν ἔλαβεν. ἠὼς δὲ σημαίνει τὸν ὄρθρον, καὶ τὴν ἕως ἕκτης, καὶ τὴν ἡμέραν. εἰς τρία δὲ διαιρεῖ τὴν ὅλην περίοδον τῆς ἡμέρας· “ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21, 211).

68. γινώσκει καὶ μεσουράνημα, ὃ καὶ νῦν δηλοῖ· ἔστι δὲ τὸ ἴσον ἀπόστημα ἀνατολῆς τε καὶ δύσεως. δείκνυσι δὲ διὰ τοῦ ἀμφιβε- βήκει ὅτι μείζων ὁ ἥλιος τοῦ οὐρανοῦ· τὸ γὰρ ἀμφιβῆναι μείζονός ἐστι περὶ ἔλαττον, ὡς λέοντες μὲν σκύμνοις περιβαίνουσι, κύνες δὲ σκύλαξιν.

69. * τάλαντα] ποιητικῶς τὸ δισταζόμενον ἐπανάγει τῷ ζυγῷ. οἱ Στωϊκοὶ δέ φασιν ὡς ταυτὸν εἱμαρμένη καὶ Ζεύς. διττὸν δὲ τὸ τῆς Μοίρας ἀπαράβατον, ὡς τὸ δεῖ θνητὸν ὄντα ἀποθανεῖν, οὗ οὐδὲ Ζεὺς κρατεῖ, ὡς ἐπὶ Σαρπηδόνος· τὸ δὲ ταχὺ ἢ βραδὺ, ὡς ἐπὶ Ἀχιλλέως, οὗ κρατεῖ Ζεύς. ταῦτα μὲν οὖν λεγόμενα ἔχει φαντα- σίαν, δρώμενα δὲ οὐδέν ἐστι διὰ τὸ σύνηθες.

70. * Πορφυρίου. πῶς δύο κῆρας ἐντίθησιν ὁ Ζεὺς ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς (73) πλείους αὐτάς φησιν “αἱ μὲν Ἀχαιῶν κῆρες ;” ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν διδόντος τοῦ ὀνόματος, εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπεν. ἔστι δὲ τὸ σχῆμα συνεκδο- χικῶν σχημάτων ἕν. κὴρ δὲ εἴρηται παρὰ τὸ καίω. διὰ πυρὸς γὰρ ἐθάπτοντο. εἰ δὲ τὴν ψυχὴν δηλοῖ, παρὰ τὸν κηρόν· δίκην γὰρ αὐτοῦ τὰ μαθήματα ἐν ἑαυτῇ ἀπομάττεται.

*Πορφυρίου. πρὸς Αἰσχύλον ψυχοστασίαν γράψαντα· καὶ τὸ κῆρ [*](33. *Πορφυρίου] om. sed habet 8. *τὴν] τὸ 16. *τοῦ] om. lemma ἐν δʼ ἐτίθει δύο κῆρε 25. *Πορφυρίου] om.)

347
ἀκούσαντα οὐκ ἐπὶ τῆς Μοίρας λεγόμενον, ἀλλʼ ἐπὶ τῆς ψυχῆς, ὅτι θηλυκῶς μὲν ἡ κήρ τὴν μοῖραν δηλοῖ, οὐδετέρως δὲ τὸ κῆρ καὶ περι- σπωμένως τὴν ψυχὴν, ὃ διαιρεῖται εἰς κέαρ. εἰ δὲ ἔλεγε τὴν ψυχὴν, οὐκ ἂν ἔφησε δύο κῆρε διὰ τοῦ ε, ἀλλὰ δύο κῆρα διὰ τοῦ α. καὶ αὐτὸς δὲ ἐξηγήσατο τίς ἡ κήρ, εἰπὼν “ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.” ἀντὶ γὰρ τοῦ φάναι ῥέπε δὲ ἡ κὴρ τῶν Ἀχαιῶν, μεταλαβὼν ἔφη “ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν·” ἡ κὴρ δὲ εἴληπται οὐχ ἑνὸς τῶν Ἑλλήνων μία, ἀλλὰ πάντων, οὐδὲ Τρώων ἑνὸς μία, ἀλλὰ πάντων, διὸ καὶ ἐπάγει “αἱ μὲν Ἀχαιῶν κῆρες.” ὡς ἡ ἵππος τῶν πολεμίων σημαίνει τὸ πλῆθος, οὕτως ἡ κὴρ τῶν Ἑλλήνων αἱ κῆρες ἦσαν. καὶ τὸ ἐπὶ χθονὶ ἕζεσθαι τὸ πρὸς γῆν ῥέψαι δηλοῖ, τὸ δʼ ἐς οὐρανὸν ἀρθῆναι τὸ ὑπερτέραν γενέσθαι. συμβολικῶς δὲ λαμβάνει τὰ μὲν ῥέποντα πρὸς τὰ χθόνια θανα- τικὰ, τὰ δὲ πρὸς τὸν οὐρανὸν ζωτικά· ζωηφόρα γὰρ τὰ οὐράνια. θανατηφόρα δὲ τὰ χθόνια. ὅπερ ἀγνοήσαντές τινες ἠθέτησαν τὰ ἔπη ἐν οἷς φησὶν “αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν,” νομίσαντες ὅτι τὸ ἑζέσθην δυϊκόν ἐστιν, ὡς ἀποδεξαμένων τινῶν ὅτι ἀνὰ δύο τίθησι κῆρας εἰς τὸν ζυγόν. οὐ σημαίνει δὲ τὸ ἑζέσθην, ἀλλʼ ἀντὶ τοῦ ἕζοντο, ὡς “μιάνθην αἵματι μηροί” (Il. 4, 146)· ἀντὶ γὰρ τοῦ ἐμιάνθησαν ἐπὶ πληθυντικοῦ κεῖται· εἰ γὰρ ἦν ἐπὶ δυϊκοῦ, ἔφη ἂν μιανθήτην ὡς κλινθήτην καὶ ἡσθήτην. ἑζέσθην οὖν ἀντὶ τοῦ ἕζεσθεν, ὅπερ ἀντὶ τοῦ ἑζέσθησαν, ὡς τὸ ἐκόσμηθεν ἀντὶ τοῦ ἐκοσμήθησαν.