Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

72. αἴσιμον ἦμαρ] οὐκ ἄρα, φησὶν, ἐχαρίσατο τῇ Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ αὐτὸς ὁπλίζεται κατʼ αὐτῶν· ὅπερ ἦν τῆς χάριτος.

73. αἱ μὲν Ἀχαιῶν κῆρες] ὅμοιόν ἐστι τῷ “δύω δέ τε θύραι εἰσὶν, αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν” (Od. 13, 109), οἷον δύο μὲν τὰ μέρη, ἀρκτικὸν καὶ μεσημβρινὸν, καὶ δύο θυρῶν ἔξο- δοι, εἰς δὲ τὸ κατὰ μέρος πλείονες αἱ κῆρες. ἀπὸ μὲν οὖν τοῦ ζυγοῦ τὸ μέγεθος τοῦ ταλαντεύοντος δηλοῖ· ἐπειδὴ δὲ τὰ ἐπίγεια θνητὰ, τὰ μὲν δυστυχῆ πλησιάζει τῇ γῇ, τὰ δὲ εὐτυχῆ μετεώρῳ τῇ πλάστιγγι ἕπεται. τὸ δὲ ἐξέσθην ἀντὶ τοῦ ἕζεσθεν ὡς ἄερθεν· ὅμοιον δέ ἐστι τῷ “μιάνθην αἵματι μηροί” ἀντὶ τοῦ ἐμιάνθησαν.

[*](24. *φησʼν] φασὶν)
348

75. * Πορφυρίου. πῶς ἔφη τὸν κεραυνὸν σέλας δαιόμενον; σέλας μὲν γὰρ ἡ φωτὸς ἔλλαμψις· καυθεῖσα δὲ καὶ ἐκπυρωθεῖσα κεραυνὸς γίνεται, καὶ οὐκ ἀστραπὴ μόνον.

τὸ σέλας δηλοῖ τὴν ἔλλαμψιν· βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν ἀστραπὴ τὸ γενόμενον, ἀλλὰ κεραυνὸς μετὰ τὴν βροντὴν, προσέθηκε τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός· μετὰ γὰρ τὴν βροντὴν ὁ κεραυνὸς, ὅς ἐστι καυστικός.

77. καὶ πάντας] δαιμονίαν ὑποφαίνει τῶν Ἀχαιῶν τὴν φυγὴν, αὔξων αὐτούς· ἑτέρου γὰρ ὑποχωροῦντος καὶ οἱ λοιποὶ τοῦτο ποιοῦσι. δόξαν γὰρ ἔχουσι περὶ αὑτῶν ὡς οὐδείς ἐστι φυγοπόλεμος, ἀλλʼ ἕνα θυμὸν ἔχουσιν. ὅταν οὖν ἴδωσι τοὺς ἀρίστους ὑποχωροῦντας, οὐκ ἐξ ἀναλκίας ὑποπτεύουσι φεύγειν, ἀλλὰ θεομηνίαν νοοῦσιν εἶναι· ὃ γέγονε καὶ νῦν.

78. ἔνθʼ οὔτʼ Ἰδομενεὺς] ὡς φιλέλλην παρατρέχει τὰ δυσχερῆ. ἐπʼ ὀλίγα πρόσωπα τὴν ἧτταν φέρων. καὶ ἡ ἐκλογὴ δὲ τῶν ὀνομάτων θεραπεύοντός ἐστι τὴν φυγήν· οὐ γὰρ εἶπεν ἔφυγον, ἀλλὰ περιπετείᾳ τινὶ περιέπεσον. ἐκφαίνει δὲ ὅτι βουλόμενοι κακοῖς ἀγωνίζεσθαι ὑπὸ τοῦ Διὸς ἐπηρεάζονται.

80. οὖρος] μεταφορικῶς ὁ ἄνεμος· διʼ αὐτοῦ γὰρ ἰθύνεται τὰ πράγματα, καὶ εἰ οὗτος ἀπολεῖται, συναπόλλυσι σχεδὸν τὸ πᾶν. οὐκ εἰσάγει δὲ αὐτὸν ἀναιροῦντα διὰ τὸ ἀπίθανον· ἀλλʼ οὐδὲ πάσχοντά τι διὰ τὴν ἐξαίρετον φυλακὴν περὶ αὐτόν. οὐ τυχόντα δὲ διὰ τούτου ἐκίνησεν ἡμῖν ἀγῶνα. ἐπεὶ δὲ ἄπιστον ἦν τοσούτων νέων φευγόντων μόνον μεῖναι τὸν γέροντα, ὥσπερ ἐν ἀπολογίας μέρει ἐπιφέρει τὸ οὔτι ἑκών.

82. δῖος Ἀλέξανδρος] καὶ πόρρωθεν πολεμεῖ, καὶ οὐκ ἄνδρα το- ξεύει, ἀλλ᾿ ἵππον γέροντος βάλλει, καὶ συμπλέκεται αὐτῷ πάντων Ἑλλήνων φευγόντων.

83. πρῶται] ἀντὶ τοῦ ἄκραι. θανάσιμος δέ ἐστιν ὁ τόπος διὰ τὸ τὸν ἐγκέφαλον πλησιάζειν ταῖς μήνιγξιν.

87. ὄφρ’ ὁ γέρων] οἴκτου χάριν τὸ γέρων τίθησιν, ἐν ἀγωνίᾳ δὲ καθιστὰς τὸν ἀκροατὴν, καὶ τὸν δεινὸν Ἕκτορα αὐτῷ ἐπάγει, διὰ δὲ τοῦ ἀπέτεμνε τὸ νωθρὸν τοῦ γήρως ἐδήλωσεν.

*ἀπέτεμνε] δεινός ἐστιν ὁ Ὅμηρος καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν [*](1. *Πορφυρίου] om. 10. αὑτῶν] αὐτῶν 17. *κακοῖς] om.)

349
ἄνδρα σημαίνειν· διὰ γὰρ τοῦ ἀπέτεμνε τὴν ἀσθένειαν τοῦ γέρον- τος δηλοῖ καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. προσηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀΐσσων, ἐπὶ δὲ τοῦ νέου Ἀὐτομέδοντος (Il. 16, 474) τῷ συντελικῷ, εἰπὼν τὸ ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα ἐδήλωσεν.

*παρηορίας] τὰς ἔξωθεν παρατεταμένας τῶν ἵππων ἡνίας, τοὺς λώρους.

91. Διομήδης] εἰκότως Διομήδης τὸν πρεσβύτην κινδυνεύοντα ὁρᾷ ὡς ἀναχωρῶν ἔσχατος· θελήσας γὰρ μονομαχῆσαι, ἀποσφαλεὶς δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ καιροῦ μὴ συγχυροῦντος πειρᾶται πολε- μεῖν. βοηθεῖ δὲ τῷ Νέστορι διὰ τὸ χάριεν αὐτοῦ τῶν ἠθῶν.

92. ἐποτρύνων Ὀδυσῆα] ἐν σχήματι ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν, ἄνω μὴ μνησθεὶς αὐτοῦ. ἀεὶ δὲ ἀσφαλὴς Διομήδης, καὶ μόνος οὐδαμῆ θέλει πορεύεσθαι.

93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται. δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι. γεωργός μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων, ναυπηγὸς ἀπὸ τῆς νηὸς, κυνηγὸς ἀπὸ τῆς κυναγωγῆς καὶ τῆς ὀρεσινομίας, μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαι- τρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰοὺς, μουσικὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ εὐστροφίας καὶ χειρῶν συμπλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρί- στης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανό- τητος, στρατηγός ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης ἀπὸ πολυμηχανίας καί πολυπειρίας.

94. οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ποιοῦντα ἔργον. ὀλίγον δὲ διασταλτέον εἰς τὸ βαλ ών, ἵνʼ ᾖ, ποῦ φεύγεις μεταβαλὼν τὰ νῶτα, ὡς οἱ δειλοὶ ἐν ὁμίλῳ καὶ θορύβῳ; ἢ πῆ φεύγεις ἐν ὁμίλῳ ὡς κακὸς, ἵνʼ ᾖ εἰς τὸ κακὸς ὥς ἡ στιγμὴ, τὸ δὲ ἐν ὁμίλῳ τῷ ἑξῆς συναπτέον. ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος ἀναστέλλει τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τὸ πῆξαι τοῦ ἰκοντίσαι.

[*](Ι. *σημαίνειν] σημαίνων 26. ἀνδρείας] ἀνδρίας, sed ί in ra- 13. *μὴ] om. sura. 20. κυναγωγῆς] *κυνηγεσίας)
350

97. οὐδʼ ἐσάκουσε] οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου, ἢ οὐκ ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐκ ἐθέλει· ἐν γὰρ δαιμονίοις φόβοις φεύγουσι καὶ παῖδες θεῶν. πῶς γὰρ δειλὸς ὁ μετὰ πάντας φεύγων; οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει.

99. *τὸ αὐτός ἐνταῦθα ἀντὶ τοῦ μόνος.

101. ἔπεα πτερόεντα προσηύδα] τὰ μὲν πράγματα τάχιστα γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική.

103. λέλυται] πέπηγε γὰρ ἐν τῇ νεότητι, τέλος δὲ λύσεως θάνατος.

104. ἠπεδανὸς] ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανὸς, ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ ἀσθενές. ὑπογράφων δὲ ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθυπήγαγεν, ἀλλʼ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τὸ τάχος. εἰκότως δὲ ὅλα συνήγαγε τὰ κακὰ, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι ἅρματι τὸν εἰπόντα “ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων” (Il. 4, 304). εὖ δὲ τὸ μὴ τὸν Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν βοηθείας. ἐγκώμιον δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ δὴ τρυχόμενος ἀμελεῖ.

108. ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον, ὡς καὶ ἐν Ὀδυσσείᾳ Φι- λοίτιος “τοῦτό σοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ” (Od. 22, 290). ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν γέροντα ἡ Αἰνείου ἧττα.

111. καὶ ἐμόν] ἐμόν φησι διʼ Ἀχιλλέα, ἢ μβᾶλλον Αἴαντα τὸν μονομαχήσαντα αὐτῷ ὑπογυίως.