Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

25. περὶ ῥίον Οὐλύμποιο] ἵνα αὐτὸ δεσμεύσας καὶ τὰ λοιπὰ ἐπάρῃ, συνερριζωμένης αὐτῷ μὲν τῆς γῆς, τῇ δὲ γῇ τῆς θαλάττης.

27. περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων] ἔδει μὲν τὸ ἀσθενέ- στερον προτάξαι· ἀλλʼ ἢ τὸ μέτρον αἴτιον ἐγένετο, ἢ τοὺς θεοὺς εὐτελίζων τοῦτό φησιν.

30. Ἀθήνη] πιθανῶς οὐχ ἡ Ἥρα λέγει· ἐξεκαύθη γὰρ ἂν μεγάλη ἔρις, εἰωθυίας ἀεὶ πρὸς τὸν Δία ἀντιλέγειν. Ἀθηνᾶ δὲ μετʼ αἰδοῦς τῷ πατρὶ διαλέγεται μετριώτερον, οὐχ ὡς ἡ Ἥρα φθεγγομένη. ἄλλως τε καὶ τοῖς προοιμίοις αὐτὸν ἐξαίρει, καὶ τὰ μὲν κελευσθέντα φησὶν ἀποπληροῦν, ὑποθήκης δὲ ἀξιοῖ μὴ φθονῆσαι, καὶ ταῦτα οὐχ ἵνα αὐτῷ ἐμποδίσῃ, ἀλλʼ ἵνα μὴ πάντες ἀπόλωνται.

31. μετρίοις χρῆται λόγοις· πατέρα γὰρ αὐτὸν ἐν προοιμίοις ἀποκαλεῖ καὶ τῶν ἄλλων θεῶν μέγιστον, καὶ τῇ ὑπεροχῇ ἣν ἔχειν βούλεται μαρτυρεῖ συντόμως αὐτή.

33. ἀλλʼ ἔμπης Δαναῶν] ὁ μὲν οὐκ ἐγύμνωσεν ἑαυτοῦ τὴν γνώμην ὅτι τοῖς Τρωσὶν ἐπικουρεῖν θέλει, ἀλλʼ ἀμφοτέροις βοηθεῖν ἐκέλευσε κωλύειν· ἡ δὲ ξυνεῖσα ἤλεγξεν αὐτοῦ τὴν προαίρεσιν.

34. κακὸν οἶτον] διὰ τὸ εἶναι κακὸν ἄχθεται, οὐχ ὅτι μόνον ἀπο- λοῦνται· ὃ καὶ οἶκτον κινεῖ.

36. βουλὴν δʼ] τὸ μὲν ἐπαμῦναι ἔργῳ ἐναντίωσιν ἔχει τοῦ Διός· τὸ δὲ λόγῳ πρὸς τὸ μὴ πάντας ἀπολέσθαι, ἀλλὰ δεηθῆναι Ἀχιλλέως καὶ αὐτὸς θέλει.

39. Τριτογένεια] Μῆτιν τὴν Ὠλκεανοῦ, ὥς φασιν, εἰς πολλὰ τὴν μορφὴν ἀμείβουσαν βουλόμενος ὁ Ζεὺς παρʼ ἑαυτῷ ἔχειν, κατέπιεν ἔγκυον οὖσαν ὑπὸ Βρόντου τοῦ Κύκλωπος· τελεσφορηθείσης δὲ τῆς παιδὸς, ὁ Ζεὺς διὰ τῆς κεφαλῆς τεκὼν δίδωσι τῷ Τρίτωνι τῷ πο- ταμῷ τρέφειν. ὅθεν Τριτογένεια ἐκλήθη ὡς ἐκ τριῶν συναυξηθεῖσα, Βρόντου Διὸς Τρίτωνος. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομα φησὶν ὅτι φρόνησίς ἐστιν ἀφʼ ἧς τρία συμβαίνει ἀπογεννᾶσθαι ἀγαθὰ, εὖ λογίζεσθαι, λέγειν καλῶς, πράττειν ἃ δεῖ. ἢ ὅτι τρίτῃ φθίνοντος ἐτέχθη. καὶ παροιμία “παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια.” ἀρρενώδεις γὰρ αἱ τοιαῦται γυναῖκες.

40. πρόφρονι] ἀντὶ τοῦ ὑπέρφρονι, ὡς “πρὸ παίδων καὶ πρὸ γυναικῶν” (57), ὁ λόγος οὖν οὗτος· οὐ βούλομαί σοι τυραννικὴν [*](16. ἐκέλευσε κωλύειν] *ἐκώλυσεν 30. *τρίτῃ] om. 17. *ξυνεῖσα] ξυνιεῖσα 31. *μὴ] ἢ)

345
ἀπήνειαν, ἀλλὰ βασιλικὴν ἐνδείκνυσθαι προσήνειαν. δείκνυσι δὲ ὅσον δύνανται λόγοι εὐμενεῖς καίτοι παιδὸς πρὸς πατέρα.

41. ὑπʼ ὄχεσφι τιτύσκετο] οἰκεῖον τῷ ἀπειλοῦντι τὸ αὐτουργεῖν.

43. χρυσὸν] τὴν αἰγίδα φησὶν, ὡς καὶ ἀλλαχοῦ “περὶ δʼ αἰγίδι πάντα κάλυψε χρυσείῃ” (Il. 24, 20).

46. οὐδέποτέ φησιν ἀπʼ Ὀλύμπου ἀστερόεντος· ἔνθεν δῆλον ὅτι Ὄλυμπος οὐ τὸν οὐράνιον τόπον δηλοῖ, ἀλλὰ τὸν ὑπʼ οὐρανόν.

47, 48. Ἴδην—Γάργαρον] ἐν ὑπερβατῷ. οἷον ἴδην Γάργαρον ἀντὶ τοῦ ἐς Γάργαρον Ἴδης, ὡς τὸ “ἡ δʼ ἄρα Κύπρον ἵκανεν ἐς Πάφον” (Od. 8, 362). ἔστι δὲ καὶ Γάργαρος πόλις.

47. ἁρμόδιον δὲ τῷ ὄρει τὸ μητέρα θηρῶν· λέγεται γὰρ ὄφεις ἐνεγκεῖν, οἳ τῷ μεγέθει τοὺς ἐλάφους ἀναιροῦσιν, εἰλούμενοι περὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, καὶ τοῖς δένδροις προσαρτῶντες αὑτοὺς, καὶ οὕτω διαφθείροντες.

51. κύδεϊ γαίων] τῇ ἑαυτοῦ ἐνηδόμενος δόξῃ καὶ ἀρετῇ.

53. * Πορφυρίου. δεῖπνον λέγεται καὶ τὸ ἐξ ἑωθινοῦ ἀκράτισμα, ὡς νῦν ἐν τοῖς προκειμένοις, καὶ τὸ ὑφʼ ἡμῶν λεγόμενον ἄριστον, ὡς ἐν τῷ “ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσατο δεῖπνον” (Il. ΙΙ, 86). καὶ πάλιν ἄριστον τὸ ἀκράτισμα· “ἐντύναντο ἄριστον” (Il. 24, 124). τὸ δʼ ἐν τοῖς προκειμένοις “ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο” οὐκ ἔστιν ὑπερβατὸν, ὥς τινες, ἀπεθωρήσσοντο δὲ αὐτοῦ, ἀλλά φησιν ἀπὸ τοῦ δείπνου ἐθωρήσσοντο. καὶ ἔστι πεζοτέρα ἡ φράσις, καὶ διὰ τοῦτο λανθάνει τὸ νόημα.

56. καὶ πῶς φησὶ “πολλέων ἐκ πολίων ;” νῦν οὖν τοὺς ἰθαγενεῖς φησί. διὸ καὶ τὸ “πρό τε παίδων καὶ πρὸ γυναικῶν.” ἢ ἑαυτῶν ἥττους γενόμενοι διὰ τὸν θάνατον. ἀναγκαίως δὲ καὶ τὸ μέμα σαν ἐπιφέρει, ἵνα μὴ νομίσωμεν αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προ- γενομένην ἧτταν.