Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

1. πυλέων ἐξέσσυτο] διὰ τῶν πυλῶν ἐξώρμησε. δηλοῖ δὲ τὸ πρό- θυμον Ἕκτορος, ὃ ἐδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν.

2. τῷ δʼ ἅμ᾿ Ἀλέξανδρος] διδάσκει ὅσον ἐστὶ προτροπὴ κατὰ καιρὸν γινομένη.

3. πολεμίζειν ἠδὲ μάχεσθαι] ἐπανείληφε τὸ αὐτὸ πρὸς ἔμφασιν τῆς προθυμίας.

5. οὖρον] καὶ ἀλλαχοῦ ἐπὶ λήξει τῶν δεινῶν “ἀσπάσιος γῆ νηχο- μένοισι φανείη” (Od. 23, 233) φησίν. ἐνταῦθα δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον ἔλαβεν.

8. εἰς τὸ ἑλέτην βραχεῖα διαστολή· πρῶτος δὲ ἀριστεύει Ἀλέ- ξανδρος ὡς προπετής· “Τρωσὶ μὲν προμάχιζεν” (Il. 3, 16). ἢ ὡς ἐξ ἀναπαύσεως ὢν καὶ ὑπὸ τῶν Ἕκτορος λόγων ἠρεθισμένος.

[*](28. *λήξει] πλήξει)
317

9. Μενέσθιον] δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς, ἀεὶ πρεσβύτατον λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων (“μετὰ δὲ τριτάτοι- σιν ἄνασσεν” Il. 1, 252), ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γενεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος. Ἀρηϊθίου γὰρ λέγει τοῦ ἐπικαλουμένου Κορυνήτου παῖδα εἶναι Μενέσθιον· ὑπὸ δὲ Λυκούργου φησὶν ἀνῃρῆσθαι τὸν Ἀρηίθοον, ὃν δὴ καὶ λαβεῖν αὐτοῦ τὰ ὅπλα· γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνα παραδοῦναι· τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου ὄντος. φησὶ γὰρ “γενεῇ δὲ νεώτατος ἔσκον ἀπάντων” (153). ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηίθοος ἐνιαυ- σιαῖον ἐάσας τὸν υἱὸν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὤν· φησὶ γὰρ “πέφνε δόλῳ, οὔτι κράτεΐ γε” (142). ὀλίγον δὲ ἐπιβιοὺς δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προ- καλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος ἀ- ναιρεῖται νέου ὄντος, ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον. ἢ τῇ τοῦ ὀνόματος πλανῶνται ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ Ἀρηίθοος Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς.

*Πορφυρίου. ἀδύνατον Μενέσθιον τοῦ Κορυνήτου υἱὸν ὄντα πολε- μεῖν· πρεσβύτερος γὰρ ἂν εἴη Νέστορος, εἴ γε τὸν Κορυνήτην Λυκοῦργος ἀνεῖλεν, γηράσας δὲ οὗτος Ἐρευθαλίωνι κατέλιπε τὴν κορύνην, τοῦτον δὲ Νέστωρ νεώτατος ὢν ἀνεῖλεν. ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· ὁμώνυμος γὰρ πατὴρ υἱῷ, καὶ ὅταν φῇ ὃν κορυνήτης, οὐ τὸν Μενέσθιον λέγει, ἀλλὰ τὸν Ἀρηίθοον τὸν Μενεσθίου πατέρα, ὥστε εἶναι τὸν Κορυνήτην πάππον τοῦ Μενεσθίου.

11. ὀξυόεντι] ἀπὸ παραγωγῆς τοῦ ὀξύς, ὡς φαίδιμος φαιδιμόεις· “φαιδιμόεντες Ἐπειοί” (Il. 13, 686).

12. στεφάνης] εἶδος περικεφαλαίας ἐξοχὴν ἔχον. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς τῶν ὀρῶν στεφάνης.

*ὡς τὸ “ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει.” ἔστι δὲ καὶ κόσμος γυναικεῖος.

13. Γλαῦκος] καλῶς τρίτος ἀριστεύει, μὴ σβέσας τὴν πρὸς [*](1. * πρεσβύτατον] πρεσβύτερον σας 7. Ἐρευθαλίωνι — ἐρευθαλίωνα 18. *Πορφυρίου] om. Bekk.] ἐρευθελίωνι—ἐρευθελίωνα pa 22. φῆ addidit Bekkerus riterque infra. ὃν] ὁ 10. δὲ addidit Bekkerus. 26. φαιδιμόεντες Ἐπειοὶ] φαιδιμοο- 20. γηράσας Bekkerus] εἷ γηρά- έντος ἠλεῖοι)

318
Διομήδην ὁρμήν. ὁρμήσας γὰρ ἐπʼ ἀνδραγαθίαν τῷ ἀναγνωρισμῷ κεκώλυται τῶν προγόνων.

15. τινὲς δεξιάδην ἐπιάλμενον ἤτοι ἀπὸ τῶν δεξιῶν ἐπιβαίνοντα.

17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεά] ἀγωνιστικὸν τὸν πόλεμον τῇ ὁρμῇ τῶν θεῶν ποιεῖ, καὶ διαναπαύει τὸ ὁμοειδές. ὡς φιλέλλην δὲ καὶ τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς εἶναι δοκεῖ.

21. Περγάμου ἐκκατιδών] ὅτι αὐτὸς Περγάμῳ ἄκρῃ ἐφίζετο· παρατηρεῖ γὰρ μή τις θεῶν ἐπίθηται Τρωσίν.

22. ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον. ἔστι δὲ τοῦτο τὸ δένδρον καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ παρὰ τὸ φάγω, ὅ ἐστι τρώγω· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον διὰ θέρμην· ὅθεν καὶ βαλανεῖα.

24. τίπτε σὺ δʼ αὖ μεμαυῖα] τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο.

26. ἐπίθετον τοῦτο τῆς νίκης. γίνεται δὲ ὅταν οἱ πρότερον νική- σαντες ἐξ ἑτεροδυναμίας τινὸς παρεισβαλούσης ἡττηθῶσιν.

28. ὑποστικτέον καὶ εἰς τὸ πίθοιο καὶ εἰς τὸ εἴη. τινὲς δὲ τῷ πίθοιο τελείαν νέμουσιν.

29. νῦν μὲν] ὁ μὲν ἀκροατὴς δεινὰ ἐλπίζει ἐπὶ τῇ παρόδῳ τῶν θεῶν, οἷα καὶ πρώην γέγονεν· ὁ δὲ ἀνακόπτει τὸ προσδοκώμενον, καὶ ἅμα ἀντεισάγει τὴν ἀλαζονείαν Εκτορος, τὴν αἰδῶ Ἑλλήνων, τὴν σπουδὴν Μενελάου καὶ Ἀγαμέμνονος, τὴν Νέστορος δημηγορίαν.

34. τὰ γὰρ φρονέουσα καὶ αὐτή] ἧκε γὰρ πρὸς τὸ μηδὲν βλα- βῆναι τὸ Ἑλλνικόν· ἡ γὰρ ἡσυχία οὐδὲν αὐτοὺς ἔβλαπτεν.

36. πῶς] οὐκ ἔδει γὰρ ἀλόγως τὴν παῦσιν γίνεσθαι ἐν τῇ τοιαύτῃ ἀκμῇ τοῦ πολέμου.

38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος] ἵνα μικρὰν ἀνακωχὴν δῷ Τρωσίν· εἶπε γὰρ “ὡς δὲ θεός” (4). συναινεῖ δὲ καὶ Ἀθηνᾶ πρὸς τὸ κεχαρισμένον ταῖς Τρωάδων εὐχαῖς.