Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

492. πόλεμος δʼ] ταῦτά φησι διὰ τὰς παραινέσεις αὐτῆς. ἔστι δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Ἕκτορος· ὁ μὲν γάρ φησι “πόλεμος δʼ ἄνδρεσσι μελήσει,” ὁ δὲ Ἀλέξανδρος “νῦν δέ με παρειποῦσʼ ἄλοχος” (337).

496. ἐντροπαλιζομένη] ἀπῆγε μὲν ἡ ἐπίπληξις, ἐπέστρεφε δὲ ἡ εὔνοια· ποία γὰρ ἂν ἦν τοιοῦτον ἄνδρα τοιούτῳ κινδύνῳ προπέμπουσα;

499. ἐνῶρσεν] ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν ἰδίων δακρύων. ηὔξησε δὲ τὸ συμπαθὲς διὰ τοῦ παρανόμου θρήνου· κλαίουσι γὰρ ἔτι ζῶντα. ἅμα δὲ καὶ ἐνδείκνυται ὡς δεῖ οὕτω δεσπόζειν, ἵνα καὶ εὐνοῶνται.

503. οὐδὲ Πάρις δήθυνεν] δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν δηθύνων Ἕκτωρ, ἵνα μετʼ αὐτοῦ προελθὼν παραθαρσύνῃ τοὺς Τρῶας ἰδόντας αὐτὸν παραδόξως σεσωσμένον, ὡς τῶν θεῶν εὐνοϊκῶς ἐχόντων πρὸς αὐτούς.

505. πεποιθώς] ἑαυτῷ πρόεισιν ἀρέσκων, τὴν ἧτταν οὐδʼ ὅλως ἐνθυμούμενος.

506. στατὸς] ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐπὶ φάτνης ἑστώς· οὕτω γὰρ ποθεῖ τὴν συνήθη δίαιταν. ἀκοστήσας δὲ τὸ ἡσυχάσας [*](1. *Πορφυρίου] om. 6. νήθουσαι] νη 14. ὑπόκυκλον Vill.] ὑπέρκυκλον)

315
παρὰ τὴν ἀκήν. οἱ δὲ τὰς κριθάς φασι παρὰ Θεσσαλοῖς ἀκοστὰς εἶναι.

507. δεσμὸν] δεσμὸς οὖν Ἀλεξάνδρου ἡ Ἑλένη νοηθήσεται. ὑψηχῶν, ἐριγδουπῶν, κυμβαλίζων· ἀρίστῳ γὰρ ἵππῳ χηλὴ ἡ κοίλη, ἡ καὶ κυμβαλίζει.

508. φιλόλουτρον τὸ ζῷον· ἐν ποταμῷ δὲ, ἐπεὶ τοῖς θολεροῖς ἥδεται ὕδασιν. οὐ πονεῖν δὲ ἐθελήσας τοῦτο ποιεῖ, ἀλλὰ μεταβολὴν τῆς στάσεως εὑρεῖν.

509. χαῖται] δοκεῖ ἡ κόμη τοῖς ἵπποις μεγαλοπρεπείας εἶναι αἰτία. καὶ Πάρις δὲ εὔκομος. πρεπόντως δὲ τοῦτο ἐπὶ τοῦ καλλω- πιστοῦ· καὶ τὸ παράδειγμα ἀπὸ γαυρικοῦ ἵππου καὶ ἀλογίστου. 510, 511. ὁ δʼ ἀγλαΐηφι πεποιθώς] ἀντὶ τοῦ τὸν δὲ πεποιθότα. καὶ τὸ ῥίμφα ἑ ἀντὶ τοῦ αὐτόν.

513. διαστολὴ εἰς τὸ ἠλέκτωρ. δύο δὲ παραβολὰς ἐνταῦθα ἔμιξεν.

*ἠλέκτωρ δὲ ἐπιθετικῶς ὁ ἥλιος, ὅτι ἀλέκτρους ποιεῖ ἡμᾶς ἀνι- σταμένους ἐκ τῆς κοίτης.

514. καγχαλόων] ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριῶ ἐν μέσαις ταῖς Τρωάσιν. ὁ δὲ Ἀχιλλεὺς κυνάστρῳ εἴκασται (Il. 22, 26), ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἐπιφερόμενος.

516. ὅθι ᾗ ὀάριζε γυναικί] οἰκονομικῶς οὐ παρατυγχάνει ταῖς ὁμιλίαις· τί γὰρ ἂν ἔδρασεν ὁ γυναικώδης ἀκούσας εἰπόντος Ἕκ- τορος “ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει;” καταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ.

517. πρότερος] ὡς τὸ πταῖσμα θεραπεύων ἑαυτοῦ.

518. ἠθεῖʼ] παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου, κατὰ πλεονασμὸν τοῦ η, διὸ καὶ προπερισπαστέον. ταῦτα δέ τινες προσ- αγορευτικὰ λέγουσιν. οὐδέποτε δὲ περί τινος αὐτά φησιν ὁ ποιητὴς, ἀλλὰ πρός τινα. ἔστιν οὖν τὸ μὲν τέττα φίλου, τὸ ἄττα τροφέως, τὸ πάππα πατρὸς, τὸ ἠθεῖε ἀδελφοῦ. τὸ δὲ ἦ μάλα πευστικὸν καὶ ἠθικόν.

*τινὸς δὲ τὸ ἠθεῖος παρὰ τὸ θεῖος κανονίζουσι, καὶ κατὰ πλεονα- σμὸν τοῦ η γέγονεν ἠθεῖος· πλεονάζει γὰρ τὸ ᾖ ἐν πολλαῖς λέξεσιν, ὡς μύει ἠμύει, “τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος” (Il. 2, 373), πεδανός ἠπεδανός· εὐγενής εὐηγενής· “τείχει ὑπὸ Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 81).

316

521. δαιμόνιʼ οὐκ ἄν τις] ὁμοίως τοῖς προτέροις ἀμελείας αὐτὸν κατακρίνει, οὐ βουλόμενος αὐτοῦ κἂν τὴν μικρὰν ταύτην θραύειν ὁρμήν.

523. *μεθίεις τε καὶ οὐκ ἐθέλεις] τί γὰρ μεθίει τε καὶ τί οὐκ ἐθέλει; ἐκ τῶν προρρηθέντων ἔστι λαβεῖν. προεῖπε δὲ “δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ, ὃς ἐναίσιμος εἴη, ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι.” μεθίεις οὖν τὸ ἔργον τῆς μάχης, καὶ οὐκ ἐθέλεις μάχεσθαι, ὥσπερ ἐν ἄλλοις ἐκ πλήρους ἔφη “οὕστινας αὗ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο” (Il. 4, 240).

524. ἄχνυται ἐν θυμῷ] φιλαδέλφως ἀπολογεῖται ὑπὲρ τῶν ὕβρεων. θυμῷ δὲ τῷ λογισμῷ· καὶ “ἕτερος δέ με θυμὸς ἔρυκε” (Od. 9, 302). λυποῦμαι οὖν, φησὶ, λογιζόμενος, ὅταν κατὰ σοῦ ὕβρεις ἀκούω. τοῦτο δὲ λέγει διὰ τὸν τοῦ Σαρπηδόνος λόγον.

526. ἀρεσσόμεθʼ] ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ πρὸς ἀλλήλους. τοῦτο δὲ παρʼ Ὁμήρῳ φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι εἰς εὐμένειαν προ- τρεπόμενοι τὸν ἀδικηθέντα.

518. κρητῆρα στήσασθαι ἐλεύθερον] τὸν ἐπὶ ἐλευθερίᾳ ἱστώμενον.

529. ἐκ Τροίης ἐλάσαντας] μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων ἀπηλλαγμένους.